Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
παρειμένῳ: τῷ πάνυ ἐκλελυμένῳ τῷ σώματι. M.
211.
ὦ φίλον ὕπνου θέλγητρον: ὦ προσφιλὴς τοῦ ὕπνου θελκτικὴ δύναμις, βοηθὸν κατὰ τῆς νόσου, λίαν προσῆλθες ἐμοὶ ἡδὺ καὶ εὐφραντικὸν, ἐν προσήκοντι καιρῷ. ὦ λήθη τῶν κακῶν σεβασμία, λίαν ὑπάρχεις σοφὴ καὶ τοῖς δυστυχοῦσι θεὸς, ἀξία εὐχῆς. ἀπὸ ποίου τόπου, πότε, ἦλθον ὧδε; πῶς δὲ καὶ κατὰ τίνα τρόπον ἀφικόμην; ἐπιλανθάνομαι γὰρ στερηθεὶς τῶν πρὶν φρενῶν, τῶν ἐν τῇ μανίᾳ δηλονότι. I.
ὕπνου θέλγητρον: τὸ βαθύτατον τοῦ ὕπνου, τὸ μάλιστα θέλγειν δυνάμενον τοὺς ἀσθενοῦντας· ὁ γὰρ ἐλαφρὸς ὕπνος φαντασίαις ἀναμέμικται. A. B.C.M.I. Ἄλλως. τὸ θέλγον, ἡδῦνον, τὸ προσφιλέστατον καὶ βαθύτατον καὶ κάλλιστον τοῦ ὕπνου. A.
ἐπίκουρον: φυσικῶς δὲ τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν. B.I. τοῖς γὰρ νοσοῦσιν οὐδὲν ἄλλο πλὴν ὕπνος ἐστὶ τῆς νόσου φάρμακον. Gu. I. ὦ προσφιλὴς τοῦ ὕπνου θελκτικὴ δύναμις, βοηθὸν κατὰ τῆς νόσου. Gr. I.
213.
ὦ πότνια λήθη: οἱ γὰρ δυστυχοῦντες εὔχονται τῶν κακῶν οἷς σύνεισιν ἀπηλλάχθαι καὶ εἰς λήθην ἐλθεῖν. διὰ τοῦτο καὶ ὁ Ὀρέστης ἐν τῷ καθεστηκότι γενόμενος καὶ τῆς μανίας ἐπ’ ὀλίγον ἀπαλλαγεὶς τὴν τῶν κακῶν λήθην πότνιαν καλεῖ καὶ εὐκταίαν τοῖς δυστυχοῦσι θεόν. Gu. I.
πότνιαν εἶπε τὴν λήθην τῶν κακῶν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους. A. B.C. M.I. Ἄλλως. ἔοικε τὴν Λητὼ καλεῖν οὗτος· ὑπνοῦντες γὰρ νυκτὸς πάντων ἐπιλανθανόμεθα. τὸ δὲ πότνια λέγει, ὅτι οἱ σεβόμενοι προσπίπτουσι τοῖς θεοῖς. ποτνιᾶσθαι δέ ἐστι τὸ προσπίπτειν καὶ παρακαλεῖν μετὰ δακρύων. I.
τὸ δὲ ὡς εἰ σοφή ἀντὶ τοῦ λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλόν τι χρῆμα τῶν κακῶν ἡ λήθη. A. B. C.M.I.