Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
174.
πότνια πότνια: ὦ νὺξ σεβασμία, ἡ τοὺς ὕπνους παρεχομένη τοῖς πολυπόνοις ἀνθρώποις. (δίδωσι δὲ τοὺς ὕπνους ἡ νὺξ ἐξαιρέτως διὰ τὸ ὑγρὰ εἶναι τῇ ἀποστάσει τοῦ ἡλίου τοῦ ξηραίνοντος τὸν ἀέρα.) ἐλθὲ ἀπὸ τοῦ ἐρέβους, μόλε ταχεῖα ἐπὶ τὸν δόμον τὸν Ἀγαμεμνόνειον· ὑπὸ γὰρ ὀδυνῶν καὶ συμφορᾶς φθειρόμεθα. I.
νὺξ ὑπνοδότειρα: ἐπικαλεῖται τὴν νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην. ὁ γὰρ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται. ὑγρὰ δὲ οὖσα ἡ νὺξ, ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα, ἐπάγει τὸν ἐξ ὑγρότητος γινόμενον ὕπνον. ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι, μᾶλλον κοιμηθήσεται, ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότει ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων. ἔδει δὲ ἐκ χάους εἰπεῖν, ὡς Ἡσίοδος ἐκ χάεος ἔρεβός τε μέλαινά τε νὺξ ἐγένοντο. A. B.C. M.I. Ἄλλως. τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται, καὶ ἔστιν ὀξύτατον· ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότερον δὲ ὡς ἔνι μάλιστα. B.I.
175.
ὑπνοδότειρα: ἡ τοὺς ὕπνους δωρουμένη τοῖς πολυπόνοις βροτοῖς. δίδωσι δὲ τοὺς ὕπνους ἡ νὺξ ἐξαιρέτως, διὰ τὸ ὑγρὰ εἶναι τῇ ἀποστάσει τοῦ ἡλίου τοῦ ξηραίνοντος τὸν ἀέρα. I.
176.
ἐρεβόθεν: ἐρεβόθεν ἐλθεῖν τὴν νύκτα καλεῖ, τουτέστιν ἀπὸ τοῦ χάους· κατερχομένου γὰρ τοῦ ἡλίου εἰς τὸ ὑπὸ γῆς ἡμισφαίριον σκότος ἐπάνω τῆς γῆς γίνεται, ὥσπερ ἐκ τῶν κάτωθεν ἀνιέναι δοκοῦν, οὐχ ὡς ὂν ἐν τοῖς κάτω καὶ ἀνερχόμενον, ἀλλὰ τῇ ἀπουσίᾳ τοῦ φωτὸς τοῦτο ὑφίσταται, οὐκ ἔχον αὐτὸ καθ’ ἑαυτὸ οἰκείαν ὑπόστασιν. ἐλθεῖν δὲ λέγει τὴν νύκτα, οὐχ ἵνα γένηται νὺξ, ―πῶς γὰρ οἷόν τε ἡμέρας οὔσης;― ἀλλ’ ἐπειδὴ ἐν νυκτὶ ὑπνώττουσιν ἄνθρωποι, διὰ τοῦτο τοῦτό φησιν· ἄλλως τε καὶ οἱ κοιμώμενοι ὥσπερ νύκτα ἔχουσι διὰ τὸ μὴ ὁρᾶν. Gu. I.
κατάπτερος: ταχεῖα. M. ταχεῖα ἀντὶ τοῦ ταχέως. Gr.