Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1648.

ἐνθένδε τ’ ἐλθών
: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος ταῦτα γράφων· τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἔστησαν ἐννέα γενεαῖς. ὕστερον
δὲ Ἄρης καὶ Ποσειδῶν περὶ Ἁλιρροθίου δίκην, εἶτα Κέφαλος ὁ Δηϊονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων γυναῖκα καὶ ἀποκτείνας, ἐξ Ἀρείου πάγου δίκην ὡς δικασθεὶς ἔφυγεν ἓξ γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην, ἀδελφιδοῦν τὸν Τάλων ἀποκτείναντος δολόεντι θανάτῳ, καὶ φυγόντος δίκην, τρισὶ γενεαῖς ὕστερον αὕτη ἡ Κλυταιμνήστρα ἡ Τυνδάρεω Ἀγαμέμνονα ἀποκτείνασα, καὶ ὑπὸ Ὀρέστου ἀποκτανθεῖσα, συγκροτηθῆναι δίκην τῷ Ὀρέστῃ ὑπο Εὐμενίδων παρεσκεύασεν, ὃς μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν. ἐδίκασαν δὲ Ἀθηνᾶ καὶ Ἄρης. A. B.M.I. ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος Δηϊόνος ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος. A.M. Ἄλλως. Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ συνέστη ἡ κρίσις πρὸς Εὐμενίδας τῷ Ὀρέστῃ ἐπὶ τῷ φόνῳ τῆς μητρὸς αὐτοῦ καὶ μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν. ἐδίκασαν δὲ Ἀθηνᾷ καὶ Ἄρης. ἐξ αὐτῶν γίνεται Τισαμενός. A.