Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1647.

Ἀζᾶσιν
: Πελασγὸς αὐτόχθων ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἄνδρας εἰς τὸ ἡμερώτερον μετέβαλε, καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτω καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωνίας Νύκτιμον τὴν ἀρχὴν
αὐτῷ καταλείπει· ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος ἐξ Ἀργείας ἔσχε Παρθίονα. οὗτος ἐξ Ἀρχιλόχης Κητέα καὶ Πάρον, Κητεὺς δὲ ἐκ Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιηκέναι· ὃς ἄρξας τῆς χώρας Ἀρκαδίαν ὠνόμασε. γήμας δὲ εάνειραν ἔσχεν Ἔλατον, Ἀφείδαντα, Ἀζᾶνα. τούτων ἀρξάντων τῆς χώρας ὁ Ἀζὰν ἀπ’ αὐτοῦ τὴν ἰδίαν μοῖραν Ἀζανίαν ὠνόμασεν. Ἀρκάδες οὖν πάντες κοινῇ ἐκαλοῦντο, μέρος δὲ τούτων Ἀζᾶνες. Ἄλλως. τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζὰν γὰρ μέρος ἐστὶ τῆς Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας, ὀνομασθὲν ἀπὸ Ὀρέστου οἰκήσαντος ἐκεῖσε. A.B.M.I.

Ἀζᾶσιν
: Ἄζα πόλις Ἀρκαδίας, ἧς οἱ πολῖται Ἀζάδες. Gu. Cant. Ἄζα μέρος Ἀρκαδίας, ἐξ οὗ τὸ ὅλον δηλοῖ. Gu.

Ὀρέστειον καλεῖν
: τῷ μερικῷ τὸ ἰδικὸν ἐπήγαγεν. Ἀζᾶνες γὰρ ἔθνος Ἀρκαδίας, καὶ τὸ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου. A. ὥστε καλεῖν αὐτὸ Ὀρέστειον. Gr.