Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

162.―165.

ἆ ἆ
: ἄδικος ὢν ὁ Λοξίας ἄδικα ἄρα τότε εἶπεν, ὅτε ἐπὶ τῷ τρίποδι τῆς Θέμιδος ἐδίκασεν, ἤγουν ἔκρινε, τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς, ἤγουν τὸν μισητὸν καὶ μὴ ἄξιον ὄντα γενέσθαι. Gr. I.

ἄδικος
: ἀντὶ τοῦ οὐ δικαίως ἔδοξεν εἰρηκέναι. B. τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ εἰρημένον πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἐπειδὴ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται· ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρὸς, αδικεῖ δὲ τῷ φόνον τῆς μητρὸς, ἀδικεῖ δὲ τῷ
δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδος Θέμιδος τὸν ἀπόφονον ἔλακεν ἐμῆς μητρός (καὶ Ἀριστοφάνης ἔλακεν ἐκ τῶν στεμμάτων τραγικῇ λέξει χρησάμενος) ὅτε τὸν ἀπόφονον τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἔλακεν ὁ Λοξίας. A B.C. M.I. τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον, τὴν δὲ ἀπό πρὸς τὸ ἔλακεν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο. A.B. M.I.

ἄδικος
: οἱ λαμβάνοντες εἰς τὸ ἄδικος ἔξωθεν τὸ ὑπάρχει καὶ στίζοντες ἐνταῦθα οὐ καλῶς ποιοῦσι. τὸ δ’ οὕτως ἔχει· δέον γὰρ οὕτως εἰπεῖν, ἀδίκως ἔλακε τότε ὁ Λοξίας ἄδικα, ὁ δὲ ἄδικος εἶπε πρὸς τὸ Λοξίας. ἀπατῶνται δὲ ἐκ τοῦ ἄδικα, οὐκ εἰδότες ὅτι τὸ ἄδικος καὶ τὸ ἄδικα ταυτοδυναμοῦσιν, ὥστε εἰ καὶ ἓν τούτων ἀπῆν, ἄρτιος ἂν ἦν ὁ λόγος. Gu. I. ἄδικος ὢν ὁ Λοξίας ἄδικα ἄρα τότε εἶπεν, ὅτε ἐπὶ τρίποδι τῆς Θέμιδος ἐδίκασεν, ἤγουν ἔκρινε, τὸν ἀπόφονον φόνον τῆς ἐμῆς μητρὸς, ἤγουν τὸν μισητὸν καὶ μὴ ἄξιον γενέσθαι. τὸ δὲ ἔλακεν οὐ παρακείμενός ἐστιν, ὡς οἴονταί τινες, ἀλλ’ ἀόριστος β′, διὸ καὶ βραχὺ ἔχει τὸ α. λέλακα γάρ ἐστιν ὁ παρακείμενος, ὡς καὶ Ἡσίοδος τὸ λέληκας. I.