Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1603.

καὶ σφάγια πρὸ δορός
: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. B. M. εὖ γὰρ καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι θύειν τοῖς θεοῖς. A.B.M. I. τὸ πρὸ δορός καὶ πρὸς τὸ θίγοις ἂν χερνίβων καὶ πρὸς τὸ καταβάλοις σφάγια ῥητέον. τοῦτο δὲ λέγει ὁ Μενέλαος πρὸς τὸν Ὀρέστην εἰρωνευόμενος, δεικνὺς ὡς οἱ μὲν ἄλλοι βασιλεῖς, ὁπηνίκ’ ἂν πολεμεῖν δέῃ, πρῶτον θύουσι τοῖς θεοῖς, σὺ δὲ ἄρξας τῆσδε τῆς γῆς, ἡνίκα χρεία τούτου παρέσται, πῶς ἅψῃ θυμάτων ἀκάθαρτος ὤν; Gu. Bar.

σὺ δ’ ἂν καλῶς
: σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν. A. B.I. σὺ δὲ ἁγνῶς ποιήσεις τὰς θυσίας μιαρὸς ὤν. Gu.