Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

15.―27.

ἔδαισε δ’ οὖν νιν
: εὐώχησεν αὐτὸν τὸν Θυέστην ὁ Ἀτρεὺς, τὰ τέκνα αὐτοῦ δηλονότι ἀποκτείνας. ἀπὸ τοῦ Ἀτρέως δὲ ―τὰς γὰρ ἐν μέσῳ δυστυχίας σιγῶ, ― ἔφυ ὁ κλεινὸς Ἀγαμέμνων, κλεινὸς μὲν, ὡς ὑπὲρ τῆς Ἑλλάδος εἰς Τροίαν στρατεύσας· εἰ δὴ κλεινὸς, ὡς ἀθλίως ἀποθανὼν καὶ τὴν τῆς γυναικὸς ὑποστὰς μοιχείαν, ὁ Μενέλεώς τε ἀπὸ μητρὸς Κρητικῆς τῆς Ἀερόπης. εἰς γυναῖκα δὲ ἔλαβεν ὁ μὲν Μενέλαος τὴν Ἑλένην, τὴν μισουμένην ὑπὸ τῶν θεῶν, ὁ δὲ Ἀγαμέμνων ὁ ἄναξ τὸ λέχος τῆς Κλυταιμνήστρας (περιφραστικὼς ἀντὶ τοῦ τὴν Κλυταιμνήστραν) τὸ ἐπίσημον καὶ διάδηλον, διὰ τὸν φόνον δηλονότι, εἰς Ἕλληνας· ᾧ Ἀγαμέμνονι παρθένοι μὲν τρεῖς ἐγεννήθημεν ἐκ μιᾶς ἀνοσιωτάτης μητρὸς, Χρυσόθεμις, Ἰφιγένεια, καὶ ἐγὼ ἡ Ἠλέκτρα, ἄρσην τε Ὀρέστης· ἥτις Κλυταιμνήστρα περιβαλοῦσα καὶ περικρύψασα τὸν ἄνδρα ἐν ἱματίῳ κυκλοτερεῖ, μὴ ἔχοντι διέξοδον, ἔκτεινεν· ὧν δὲ χάριν, ἔκτεινε δηλονότι, οὐ καλόν ἐστι παρθένῳ λέγειν, τουτέστιν ἐμοὶ τῇ παρθένῳ· ἀφίημι τοῦτο ἀσαφὲς καὶ ἄρρητον σκοπεῖσθαι ἐν τῷ δήμῳ. I.