Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1491.
ἐπὶ φόνῳ χαμαιπετεῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη χαμαὶ οὔσῃ τῇ Ἑλένῃ καὶ μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι. Ἄλλως. ἢ τεθορυβημένος ὧν οἴεται αὐτὴν πεπτωκέναι, ἢ χαμαιπετεῖ, τῷ μέλλοντι πεσεῖσθαι. B.M.I. χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν, ἢ τεθορυβημένῳ. οὐκ ἀκριβολογεῖται. M. Ἄλλως. οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτὴν, ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἀφανὴς ἐξ αὐτῶν ἐγένετο. B.I.
χαμαιπετεῖ: τῷ χαμαὶ κειμένῳ τῆς μητρὸς, ἥτις ἡ τλήμων ἔτεκεν αὐτόν. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. τῷ χαμαὶ ταύτην πεπτωκέναι ποιήσαντι. Gu. Fl. 6.
1492.
ἄθυρσοι: ἢ κακόθυρσοι, ἢ θύρσων δεόμενοι μόνον πρὸς τὸ εἶναι Βάκχαι· ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ Βάκχαι μετὰ θύρσων βακχεύουσι. B. M. I. . . . . ἐπέλεγον. ἔστι δὲ αὐτὴ σκυθρὸν φωνὴ ἐξελληνιζομένη, ὦ υἷις καὶ υἱὲ τοῦ ἅτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ χεῖρας οἱ τοιοῦτοι βάκχοι θύρσους ἤτοι νάρθηκας ἀντὶ κλάδων, τουτέστιν ἐπιφερόμενοι εἰς τιμὴν τοῦ Διονύσου. ἐδόκουν δὲ τοῖς ὁρῶσι μαίνεσθαι, τῇ δ’ ἀληθείᾳ φιλάνθρωποι ἦσαν. διὰ γοῦν τὸ δοκεῖν ἐκείνους μαινομένους εἶναι ὁ Εὐριπίδης τὸ ἄθυρσοι Βάκχαι ἀντὶ τοῦ μαινόμεναι ἐξέλαβεν. A. σημείωσαι δὲ τὸ θύρσος πῶς ἐκλήθη νάρθηξ. θύρσος μὲν γὰρ τῷ φυτῷ τὸ παλαιὸν ὄνομα, παρόσον αὐτῷ ἐχρῶντο οἱ γεωργοὶ ἐν ταῖς αἱμασιαῖς τῶν λειμώνων καὶ τῶν κήπων καὶ τῶν θειλοπέδων καὶ ἀμπελώνων. ὕστερον δὲ ἐκλήθησαν νάρθηκες, ὅτι ἐχρήσαντο αὐτοῖς οἱ τῶν παίδων ἀλεῖπται καὶ παιδοδιδάσκαλοι πρὸς τὸ πλήττειν τοὺς νέους. νάρθηξ γοῦν ἐτυμολογεῖται παρὰ τὸ τοὺς νεαροὺς θήγειν, ἤτοι τοὺς νέους παῖδας ἀκονᾶν καὶ παρορμᾶν πρὸς τὰ μαθήματα. A. Fl. 33.
ἄθυρσοι: δραμόντες δὲ καθὰ Βάκχαι ἄθυρσοι, ἤγουν χωρὶς θύρσων, συνήρπασαν αὐτὴν ὡς σκύμνον ὀρείαν. Cant. Gr. μυθεύονται τὰς Βάκχας ἐν ὄρεσι μετὰ Διονύσου χωρούσας παίειν μὲν τὰς πέτρας ἐν νάρθηξι, καὶ μέλι καὶ γάλα ἐνταῦθα λαμβάνειν καὶ τὰ θηρία χειροῦσθαι. Bar. Gu. κλάδους κισσοῦ αἱ Βάκχαι καὶ αὐτὸς ὁ Διόνυσος ἔφερον ἐν ταῖς χερσὶν, ὅτι, ὅτε ἡ μήτηρ αὐτοῦ Σεμέλη ἐκεραυνώθη, τοῦτον πρὸς βίαν ἀποκυήσασα, κισσὸς περιέλιξεν αὐτὸν εἰς φυλακὴν δῆθεν, ὡς καὶ ἐν τῷ τρίτῳ δράματι οὗτός φησιν ἐν τῷ χορῷ τῷ Κάδμος ἔμολε. Gu.