Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1485.

ἥσσονες Ἑλλάδος
: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε ἐν Ἰλίῳ, ἢ τῶν περὶ τὸν Ὀρέστην ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε, τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα. καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί. καὶ μέχρι μὲν τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου, φασγάνων τε ἀκμὰς συνήψαμεν, καὶ ἡττήθημεν κατὰ κράτος, ὥσπερ καὶ ἐν τῷ κατὰ Ἴλιον πολέμῳ ἦν, καὶ ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν, ὥσπερ νῦν ὁ Εὐριπίδης. B.M.I. ταῦτα ὡς περὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων. οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν οὖν περὶ τῶν ἐν Ἰλίῳ λέγοιτο, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκία, εἰς
τοὺς σκοτεινοὺς τόπους τῆς οἰκίας ἐφεύγομεν. B. M. I.

Ἑλλάδος
: Ἑλληνικῆς αἰχμῆς. Gr. Fl. 6. 9. 17. 56. 59.

αἰχμᾶς
: κυρίως ὁ σίδηρος τῶν δοράτων, καταχρηστικῶς ὁ πόλεμος. Cant.