Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1447.

οὐκ ἐκποδὼν ἴτε
: τουτέστιν, οὐ μακρὰν ἀπέρχεσθε, ἀλλ’ αἰεὶ ἀπαιδεύτως ἔχετε· τοῦτο γὰρ τὸ κακοί. ἔλεγε δὲ αὐτοῖς τοῦτο, ὡς δῆθεν Ὀρέστου μυστήριον λέξοντος τῇ Ἑλένῃ, ἵνα, ἐκποδὼν ἀπελθόντων, μόνην συλλάβωσιν αὐτὴν, ὡς μηδενὸς αὐτοῖς ἀνταίροντος. Bar. Gu. ἴω τὸ πορεύομαι. ὁ β′ ἀόριστος ἴον, ἴες, ἴε, καὶ τὸ προστακτικὸν ἴε, καὶ κατὰ μεταπλασμὸν τοῦ ε εἰς θι καὶ τροπῇ ἴθι ἴτω, ἴτον ἴτον, ἴτε ἴτωσαν· μεταπλασμὸς δέ ἐστι μετάθεσις καὶ σχηματισμὸς λήξεως καὶ λέξεως εἰς συγγενὲς τελικὸν τοῦ αὐτοῦ εἴτε ὀνόματος εἴτε ῥήματος· ὀνόματος μὲν, οἷον τῷ κλάδῳ τῷ κλαδί, τῷ δένδρῳ τῷ δένδρεϊ, τὼ ὄσσω τὼ ὄσσε· ῥήματος δὲ, οἷον ἴε ἴθι, ἔθι ἔσο, κλύε κλῦθι, πῖε πῖθι, ποιοίμην ποιοίην, καὶ ἕτερα. Gu.

κακοὶ Φρύγες
: λέγων μετὰ ἐπιπλήξεως κακοὶ Φρύγες, ὡς ματαίως δῆθεν ἐν δειλίᾳ γενομένων τῶν περὶ τὴν Ἑλένην Φρυγῶν, τοῦτό φησι. Gr. Bar.

κακοί
: ἤγουν δειλοί. Gr. ἀπαίδευτοι ἐστέ. Gu.