Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1428.

εὐπαγεῖ
: εὐκατασκευάστῳ, εὐπλόκῳ. Gu.

1430.

βαρβάροις νόμοισι
: ἐν συνηθείᾳ βαρβαρικῇ. Gr. τοῦτο καὶ τὸ Φρυγίοις νόμοις ταυτόν ἐστι. βαρβαρικοῖς. Gu.

1431―1436. ἁ δὲ λίνον
: ἡ δὲ ἐν τοῖς δακτύλοις ἕλισσε λίνον ἐν τῇ ἠλακάτῃ, τὸ νῆμα δὲ ἵετο ἐν τῷ πέδῳ, χρῄζουσα ἐν τῷ λίνῳ ἐπὶ τὸν τύμβον τῆς ἀδελφῆς στολίσαι φάρεα καὶ πέπλους, πορφύρεα δῶρα τῇ Κλυταιμνήστρᾳ, ἀγάλματα καὶ λαμπρότητας καὶ τρυφὰς τῶν Φρυγίων σκύλων. Bar. Gu.

λίνον
: λίνον ἐνταῦθα καταχρηστικῶς τήν μέταξαν λέγει. ὅτι δέ τοῦτό ἐστι δῆλον ἔκ τε τῶν Φρυγίων σκύλων καὶ τοῦ βούλεσθαι τῇ ἀδελφῇ πέπλον ὑφᾶναι πρὸς τὸν τάφον δῶρον· οὔτε γὰρ ἦν εἰκος ἐκ λίνου καὶ μὴ ἐκ μετάξης τῇ ἀδελφῇ δῶρον κατασκευάσαι πέπλον, οὔτε φαῦλα σκῦλα καὶ οὐδενὸς ἄξια ἐκ Τρώων λαβεῖν, ἀλλὰ λίνον ἐνταῦθα καταχρηστικῶς καὶ οὐ κυρίως τὴν μέταξαν λέγει. ἐγχωρεῖ δὲ λέγειν καὶ νῆμα λεπτὸν καὶ ἀερῶδες εἶναι τὸν λίνον καὶ οὐ μέταξαν, καὶ οὐδὲν ἐμποδὼν ἵσταται τὸ σκύλων Φρυγίων, οὐδὲ τὸ πέπλον ἐκ τοιούτου θέλειν ὑφαίνειν τῇ ἀδελφῇ. εἰκὸς γὰρ ἦν καὶ σκῦλον τοιοῦτό τι νῆμα λαβεῖν, καὶ πέπλους ἐκ τοιούτου ὑφαίνειν. Bar. Gu.