Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1424.

μητροφόντας δράκων
: ἤγουν ὁ Ὀρέστης ὁ τὴν μητέρα φονεύσας. Gr. διὰ τὸ φονικόν. Gu.

1425.

σὺ δ’ ἦσθα
: σὺ δὲ παρῆς τοῖς γινομένοις, ἢ ἀκούσας παρ’
ἑτέρου πάλαι πέφευγας ἐκποδών. B. M.I. Ἄλλως. σὺ ποῦ ὑπῆρχες; ἢ ἐκ μακροῦ φεύγεις ἐν φόβῳ γενόμενος δηλονότι, ἃ δὲ λέγεις δηλονότι παρὰ ἄλλου ἤκουσας; I. δυοῖν ὄντων τοῦ παρεῖναι αὐτὸν ἐκεῖ καὶ ὁρᾶν, καὶ τοῦ πρότερον ἐξελθεῖν καὶ ἀπεῖναι ὅτε ταῦτα ἐγένετο, ἐρωτᾷ ὁ χορὸς, ποῦ ἦσθα, πρὸς ἀμφότερα ἀποβλέπων, εἶτα ὀφείλων εἰπεῖν διαιρῶν, ἐκεῖ ἦσθα, ἢ πάλαι φεύγεις φόβῳ; ὁ δὲ τῷ ἑνὶ σκέλει χρησάμενος τῷ ἢ πάλαι φεύγεις ἀρκεῖται· ἀπὸ γὰρ τοῦ ἑτέρου δυνατόν ἐστι συνυπακούεσθαι καὶ τὸ ἕτερον. Bar. Gr.

1426.―1437.

Φρυγίοις ἔτυχον
: ἔτυχον ἐν συνηθείᾳ Φρυγῶν, ἐν συνηθείᾳ βαρβαρικῇ κινῶν εὐπαγεῖ κύκλῳ πτερίνῳ, ἤγουν ῥιπιδίῳ, αὔραν ἐπὶ τὸν βόστρυχον τῆς Ἑλένης πρὸ τῆς παρηΐδος, ἀντὶ τοῦ τῆς παρειᾶς. ἡ δὲ, ἤγουν ἡ Ἑλένη, ἐνετύλιττε διὰ τῶν δακτύλων λίνον τῇ ἠλακάτῃ, τὰ νήματα δὲ ὥρμα πρὸς τὸ πέδον, θέλουσα κατασκευάσαι ἀναθήματα ἐπὶ τὸν τύμβον τῷ λίνῳ τῷ ὄντι ἀπὸ τῶν σκύλων τῶν Φρυγίων, λέγω φάρεα, ἤγουν ἐνδύματα, πορφυρᾶ κατασκευάσαι δῶρα τῇ Κλυταιμνήστρᾳ. Cant. Gr. ἔτυχον ἐν Φρυγίοις καὶ Τρωϊκοῖς νόμοις ἀΐσσων καὶ πέμπων ἐν εὐπηγεῖ πτερίνῳ κύκλῳ αὔραν καὶ πνοὴν πρὸ παρηΐδος καὶ ἔμπροσθεν τῆς παρειᾶς τῆς Ἑλένης παρὰ τὸν βόστρυχον καὶ τὰς ἐν μετώπῳ αὐτῆς τρίχας, τουτέστιν ἐξ ὅτουπερ εἰς Τροίαν ἦν αὕτη, ἐτάχθην ἔμπροσθεν αὐτῆς ἵστασθαι καὶ πρὸς τὸ θάλπος αὔραν αὐτῇ μηχανᾶσθαι καὶ τὰ λυποῦντα ἐλαύνειν, μυίας φημὶ καὶ κώνωπας. Bar. Gu.