Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1387.

διὰ τὸ τῆς ὀρνιθογόνου
: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένη, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη. εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ διὰ τῆς ὄρνιθος τὸ κυκνόπτερον ὄμμα καλλοσύνας Λήδας. ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών. τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος, στένω τὸ Ἴλιον ὀλόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης
κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών. σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα. B. M.I.

διὰ τὸ τᾶς ὀρνιθογόνου
: διὰ τὸ τῆς δυσελένης τῆς σκύμνου, ἤγουν τοῦ γεννήματος, τῆς καλλοσύνης τῆς Λήδας ὀρνιθόγονον ὄμμα κυκνόπτερον, ἤγουν διὰ τὸ κάλλος τῆς δυσελένης, τοῦ γεννήματος τῆς καλλοσύνης, ἤγουν τῆς εὐμορφίας, τῆς Λήδας, τὸ ἐξ ὄρνιθος κυκνοπτέρου γεγεννημένον, τουτέστι διὰ τὴν δυσελένην τὴν ἐξ ὄρνιθος κυκνοπτέρου, τοῦ Διός, γεγεννημένην, τὴν σκύμνον τοῦ κάλλους τῆς Λήδας, λέγω τὴν ἐριννὺν, ἤγουν τὴν κατάραν, τῶν ξεστῶν περγάμων, ἤγουν τῶν εὐξέστων ὑψηλῶν οἰκημάτων τῶν Ἀπολλωνίων, τουτέστι τῶν τῆς Ἰλίου, ἥτις ὑπὸ τοῦ Ἀπόλλωνος ἐτειχίσθη. Gr. Bar.

1387. ὀρνιθόγονον τὸ ἐξ ὄρνιθος τὴν γονὴν ἐσχηκός. Bar. τὸ ἐξ ὄρνιθος κυκνοπτέρου γεγεννημένον. Gu. τὸ ὀρνιθόγονον κυκνόπτερον ὄμμα πρὸς τὸ Ἑλένης σύναπτε, τὸ δὲ σκύμνον πρὸς τὸ Λήδας. κυκνόπτερον δὲ λέγει παρ’ ὅσον ὁ Ζεὺς κύκνος γενόμενος ἔσπειρε ταύτην. Bar. Gu.