Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1248.

Μυκηνίδες
: ὦ φίλαι Μυκηνίδες, αἱ κατὰ πρώτην μοῖραν οὖσαι κατὰ τὸ ἕδος τῶν Ἀργείων τὸ Πελασγικόν. Cant. Gr. τίνα λέγεις λόγον, πότνια; παραμένει γὰρ ἔτι σοὶ τὸ καλεῖσθαι πότνιαν ἐν Δαναϊδῶν πόλει. Cant.

Μυκηνίδες ὦ φίλαι
: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις. Ἄλλως. Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς. τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσε. ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὐρώπαν, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς, καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας
ἔκτισε. Φορωνέως δὲ ἀπολωλότος καὶ τῶν παίδων διασκεδασθέντων, Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος ὠνόμασεν.

τὰ πρῶτα
: λείπει τὸ φέρουσαι. B.I. λείπει τὸ ἔχουσαι. M. τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄργος. Πελασγὸν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος. B.I.

παραμένει γάρ
: τὸ πότνιαν καλεῖσθαι. I. τὸ καλεῖσθαι πότνιαν περιμένει σοι. B.M.

στῆθ’ αἱ μὲν ὑμῶν
: στῆτε εἰς φρουρὰν τῶν δόμων, αἱ μὲν ἀφ’ ὑμῶν εἰς τόνδε τὸν ἁμαξήρη τρίβον, ἤγουν δι’ οὗ ἕλκονται αἱ ἅμαξαι, τετραμμέναι δηλονότι, αἱ δὲ ἐνθάδε εἰς τὸν ἄλλον οἶμον, ἤγουν εἰς τὴν ἄλλην ὁδόν. Cant. Gr.

τόνδ’ ἁμαξήρη
: κατὰ τὴν λεωφόρον ὁδὸν τὴν δημοσίαν, αἱ δὲ εἰς ἄλλην ὁδὸν, εἰς τὸ τηρῆσαι τὸν οἶκον. I. τὸν κατημαξευμένον, τὸν συνήθη. Gu. Fl. 6.

τρίβον
: ὁ τρίβος καὶ ὁ οἶμος Ἀττικῶς (Ἰωνικῶς Florr.). Gu. Fl. 6. 9. 17. 21. 56. 59. 76.