Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

12.

ᾧ στέμματα ξήνασα
: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν, Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς
πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ Ἀτρεῖ προσεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχὴν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα. A.

ᾧ στέμματα
: τὸν τῆς ἀρχῆς στέφανον. Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη, ἢ ἀντὶ τοῦ ἐριουργήσασα, κατασκευάσασα. ὁ δὲ νοῦς, ἡ τῷ Ἀτρεῖ περιποιησαμένη τὴν βασιλείαν θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται δὲ καὶ Ἔρις, ἵνα ᾖ, ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν, ὡς καὶ τὰς Μοίρας. Ὅμηρος γάρ φησι τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι. A. B. M.I.

Τρεῖς εἰσι Μοῖραι, Κλωθὼ, Λάχεσις καὶ Ἄτροπος. τούτων ἡ μὲν Κλωθὼ τὰ ἑνὶ ἑκάστῳ μέλλοντα συμβήσεσθαι κλώθει καὶ κατασκευάζει, ἡ δὲ Λάχεσις λαγχάνει καὶ κληροῖ καὶ ἐπικυροῖ ταῦτα καὶ οἷον ἐπισφραγίζει, ἡ δὲ Ἄτροπος ἄτρεπτα καὶ ἀμετακίνητα καὶ ὡς οὐκ ἂν ἄλλως γενησόμενα τίθησιν. Gu. I.

στέμματα
: βασιλείαν. Gr. ἀπὸ συμβόλου τὸ κύριον. Gu.

ξήνασα
: κατασκευάσασα. Gr. προξενήσασα, ἐριουργήσασα. Gu. τὸ δὲ ξήνασα διὰ τοῦτο προσέθηκε, διότι ἐπέκλωσεν εἶπε· ξαίνουσι γὰρ πρῶτον τὸ ἔριον αἱ βουλόμεναι νῆμα κατασκευάσαι γυναῖκες. Bar. Gu.

ἐπέκλωσεν
: εἱμαρμένον ἐποίησε. Gr. κατεσκεύασε. Gu.

θεά
: ἡ Μοῖρα, ἡ Κλωθώ. Gr. ἡ τύχη. Gu.