Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1131.

ἔγνως
: ἤτοι ἐγνώρισας ὃ λέγω. ἄκουσον δὲ καὶ πῶς καλῶς βουλεύομαι. εἰ μὲν γὰρ εἰς γυναῖκα σώφρονα μεθίεμεν καὶ ἐκινοῦμεν τὸ ξίφος, ἦν ἂν ὁ φόνος δυσκλεὴς καὶ ἄδοξος· νῦν δὲ δώσει δίκην, ἡ Ἑλένη δηλονότι, ἀντὶ τοῦ τιμωρηθήσεται, ὑπὲρ πάντων τῶν ἐν τῇ Ἑλλάδι ἀνθρώπων, ὧν τοὺς πατέρας ἀπέκτεινεν, καὶ τέκνα καὶ γυναῖκας ἐστερημένας ἀνδρῶν ἐποίησεν. εὐχὴ δὲ ἔσται, πῦρ τε καὶ θυσίας ποιήσουσι τοῖς θεοῖς, σοί τε καὶ ἐμοὶ εὐχόμενοι πολλὰ καὶ ἀγαθὰ, ὥστε τυχεῖν αὐτῶν δηλονότι, ὅτι ἐποιήσαμεν φόνον κακῆς γυναικὸς, τῆς Ἑλένης δηλονότι. μητροφόντης δὲ οὐκ ὀνομάζῃ ταύτην κτανὼν, ἀλλὰ ἀπολιπὼν τοῦτο τὸ καλεῖσθαι μητροφόντης πεσῇ ἐπὶ τὸ κρεῖττον, λεγόμενος φονεὺς τῆς πολυκτόνου Ἑλένης, ἤτοι τῆς αἰτίας φόνου πολλοῖς γενομένης. οὐ πρέπει τὸν Μενέλαον μὲν εὐτυχεῖν, τὸν δὲ σὸν πατέρα καὶ ἐμὲ καὶ τὴν ἀδελφὴν θανεῖν τὴν μητέρα τε·―ἐῶ τοῦτο, οὐ γὰρ λέγειν εὐπρεπές, ―ἔχειν τε τοὺς σοὺς δόμους, λαβόντα τὴν ἑαυτοῦ γυναῖκα, διὰ τὴν ἀνδρείαν τοῦ Ἀγαμέμνονος· εἴθε γὰρ μηκέτι ζῴην, εἰ μὴ κατ’ ἐκείνης λήψομαι μέλαν φάσγανον, ἤτοι θανάτου ποιητικόν. I.

βουλεύομαι
: συμβουλεύομαι. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.