Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
Ἐνταῦθα ὁ Εὐριπίδης ἀπὸ τῆς μέσης ὑποθέσεως ἄρχεται· παρέλιπε
γὰρ τὴν τοῦ Ὀρέστου ἀνατροφὴν, ὅπως ἀνετρέφετο παρὰ τοῦ παιδαγωγοῦ εἰς τὸν Στροφίου οἶκον, τοῦ πατρὸς τοῦ Πυλάδου· φίλος γὰρ ἦν τοῦ Ἀγαμέμνονος ὁ Στρόφιος· καὶ ὅπως μηχανήσαντες ἀπῆλθον εἰς τὴν Κλυταιμνήστραν ὅ τε Ὀρέστης καὶ Πυλάδης καὶ παιδαγωγὸς φέροντες ταύτῃ καὶ κιβώτιον πεπληρωμένον τῆς κόνεως τοῦ Ὀρέστου. μέμνηται δὲ τούτου ὁ Σοφοκλῆς καὶ οὗτος ἐν ἑτέρῳ δράματι.Ἔθος τοῖς τραγικοῖς τὸ ἐν προοιμίῳ ὡς ἐν ὀλίγῳ παραδηλοῦν τοῦ ὅλου δράματος τὴν ἔννοιαν, ὡς καὶ ἐνταῦθα ποιεῖ ὁ Εὐριπίδης καὶ πανταχοῦ. τὸ δὲ δρᾶμα τῆς Ἑκάβης καὶ τοῦ παρόντος δράματος τὸ τέλος ἀπὸ πένθους ἄρχονται καὶ λήγουσιν εἰς χαράν.
Ὅτε κατὰ τῶν Τρώων ἡ Ἑλλὰς ὥρμησεν, Ἀγαμέμνων στρατηγὸς ᾑρέθη παντὸς τοῦ στόλου, ἄτε προέχειν τῶν ἄλλων δοκῶν ἀρχῆς τε μεγέθει καὶ πλήθει νεῶν· ἑκατὸν γὰρ ναῦς εἰς τὴν τοῦ στόλου συντελείαν εἰσέφερε. καὶ ὃς μέλλων ἀνάγεσθαι καταλείπει τῶν οἴκοι πραγμάτων αὐτοῦ ἐπιμελητὴν καὶ προστάτην Αἴγισθον. ἐπεὶ δὲ πολὺς ἠνύετο χρόνος καὶ Ἀγαμέμνων οὐκέτ’ ἐπανῄει, οἷα δὴ πολλὰ γίνεται, συνῆλθεν ἀθέσμως Αἴγισθος Κλυταιμνήστρᾳ τῇ τοῦ Ἀγαμέμνονος γυναικί. μαθόντες δὲ Κλυταιμνήστρα καὶ Αἴγισθος τήν τε Τροίαν ἁλοῦσαν καὶ Ἀγαμέμνονα μετὰ τῶν ἄλλων οἴκαδε πλέοντα, βουλεύονται τοῦτον τῆς οἰκίας ἐπειλημμένον ἀποκτενεῖν, ἵνα μὴ τούτῳ γνωσθέντος τοῦ σφῶν πονηρεύματος αὐτοὶ παραδοθεῖεν θανάτῳ· ὃ δὴ καὶ ἤνυσαν. καὶ ἐπανελθόντα τὸν Ἀγαμέμνονα ἀποκτείνουσι· χιτῶνα γὰρ μὴ διεξόδους κεφαλῆς καὶ χειρῶν ἔχοντα μετὰ τὸ λουτρὸν ἐνδιδύσκουσι καὶ ἐν τῷ πελέκει τοῦτον φονεύουσι. μεταξὺ γοῦν τοῦ Ἀγαμεμνονείου φόνου Ἠλέκτρα τὸν ἀδελφὸν Ὀρέστην, ἵνα μὴ καὶ οὗτος ἀναιρεθείη, κλέψασα καί τινι δοῦσα παιδαγωγῷ εἰς Φωκίδα παρὰ
Στρόφιον πέμπει, φίλον καὶ συγγενῇ τοῦ πατρὸς αὐτῆς τυγχάνοντα. Ὀρέστης δὲ εἰς ἄνδρας ἥκων, παραλαβὼν Πυλάδην τὸν παῖδα Στροφίου, ἐφ’ ᾧ μετ’ αὐτοῦ Αἴγισθον καὶ Κλυταιμνήστραν τιμωρήσαιτο, καταλαμβάνει λάθρα τὸ Ἄργος. καὶ χρησμὸν παρὰ τοῦ Πυθίου δεξάμενος τοῦτο ποιεῖν, πρῶτον μὲν ἔρχεται πρὸς τὸν τοῦ πατρὸς τάφον καὶ θύει, εἶτά τι μηχανᾶται τοιόνδε· τὸν γὰρ παιδαγωγὸν, ᾧ παρὰ τῆς Ἠλέκτρας πάλαι πιστευθεὶς ἧκεν, ὡς ἔφημεν, εἰς τὴν Φωκίδα, τοῦτον προπέμπει εἰς Αἴγισθον καὶ Κλυταιμνήστραν λέγοντα ὡς Ὀρέστης ἐν Πυθικοῖς ἄθλοις ἀνῃρέθη καὶ νῦν ἄνδρες τὰ τούτου ὀστᾶ ἐν κιβωτίῳ κομίζουσιν, ἵνα πατρέων γοῦν τάφων τύχῃ. ὑπαχθέντες δὲ τῇ τοιαύτῃ ἀπάτῃ Κλυταιμνήστρα καὶ Αἴγισθος, ἵνα μὴ μακρολογῶ, ἀναιροῦνται ὑπὸ Ὀρέστου καὶ Πυλάδου, πρώτη μὲν Κλυταιμνήστρα, ὕστερος δὲ Αἴγισθος. μητροκτονήσας τοίνυν Ὀρέστης Ἐριννύσι παραχρῆμα τὴν δίκην ἔδωκε μανείς. Μενέλαος δὲ ἐκ Τροίας ἐλθὼν, ὕστερος γὰρ Ἀγαμέμνονος ἐπανῆκε, καὶ τῷ Ναυπλίῳ λιμένι προσσχὼν, νυκτὸς μὲν Ἑλένην εἰσπέμπει πρὸς Μυκήνας, μεθ’ ἡμέραν δὲ αὐτὸς εἰσῄει, καὶ τὸν Ὀρέστην μεμηνότα εὑρὼν, παρακαλεῖται μὲν ὑπὸ Ὀρέστου καὶ Ἠλέκτρας σῶσαι αὐτούς. ὁ γὰρ τῆς Κλυταιμνήστρας πατὴρ Τυνδάρεως πάντας Ἀργείους κατ’ αὐτῶν ἐκίνησεν, ἵνα τούτους ὡς μητροκτόνους ἀνέλοιεν. ὡς δὲ τὸν Τυνδάρεων ἀντιλέγοντα εὗρε, καὶ ἅμα καὶ αὐτὸς ὑπολογιζόμενος ὡς εἰ Ὀρέστης ἀναιρεθείη, βασιλεὺς αὐτὸς ἔσται τοῦ Ἄργους, οὐκ ἤθελεν Ὀρέστῃ τε καὶ τῇ ἀδελφῇ συμμαχεῖν, ἀλλὰ τὸ τῶν Ἀργείων πλῆθος ἔλεγεν εὐλαβεῖσθαι. πρῶτον μὲν οὖν Ὀρέστης καὶ Τυνδάρεως διελέχθησαν πρὸς ἀλλήλους, ὁ μὲν ὡς οὐ δικαίως ἀνείλετο Κλυταιμνήστραν δεικνὺς, Ὀρέστης δὲ ὡς καὶ μάλα δικαίως, εἰ καὶ μυριάκις αὐτὴν ἔδει τεθνάναι. ἔπειτα ἐκκλησίας ἐν ἀκροπόλει Μυκηνῶν γενομένης καὶ συνιόντων τῶν προὐχόντων ἐν Ἄργει, Ὀρέστης ὑπὸ Πυλάδου φοράδην ἐκεῖσε κομίζεται. λόγων δὲ πολλῶν γινομένων, καὶ τῶν μὲν βοηθούντων Ὀρέστῃ, τῶν δὲ ἐναντιουμένων, τέλος ἐνίκησαν οἱ κακοί. καὶ κατακρίνεται Ὀρέστης αὐτός τε καὶ ἡ ἀδελφὴ λίθοις βληθέντες ἀποθανεῖν. Ὀρέστης δὲ ἐπηγγείλατο πρὸς τὸ πλῆθος αὐτοχειρίᾳ ἑαυτὸν καὶ τὴν ἀδελφὴν ἀποσφάξαι. καὶ ὁ φίλος Πυλάδης καὶ παρὰ τὴν συμφορὰν φίλος ἔμεινε καὶ κοινωνεῖν αὐτῷ τῆς τελευτῆς ἠξίωσε προθυμότατα. ἐπεὶ δὲ σφίσι τοῦτο παθεῖν προὔκειτο, συμβουλεύει Πυλάδης Μενέλεω πρῶτον τιμωρίαν λαβεῖν, λέγων ὡς οὐ δεῖ τοῦτον τρυφᾶν ἡμῶν ἀπιόντων. ὅθεν εἰσελθόντες εἴσω τῶν βασιλείων, Ἑλένης δῆθεν δεησόμενοι, ἵνα μὴ περιίδῃ σφᾶς ὀλλυμένους, ἀλλὰ χεῖρα ὀρέξῃ καὶ Μενέλεων καὶ ἄκοντα πρὸς σωτηρίαν κινήσῃ, ἐπεὶ ταύτην φονεύειν ἔμελλον, ταύτης μὲν ἥμαρτον, ὑπὸ Ἀπόλλωνος ἁρπασθείσης κελεύσει Διὸς, Ἑρμιόνην δὲ συλλαμβάνουσιν ἐκ τοῦ τῆς Κλυταιμνήστρας τάφου ἐπανήκουσαν· πρώην γὰρ αὐτὴν Ἑλένη πεπόμφει τῇ ἀδελφῇ θύσουσαν. λαβόντες δὲ Ἑρμιόνην καὶ ἔνδοθεν τὰς τῶν βασιλείων ἀσφαλίσαντες πύλας ἀνῆλθον έν μετεώρῳ τῶν βασιλείων ἔχοντές τε τὴν Ἑρμιόνην καὶ ξίφος πρὸς τῇ δέρῃ αὐτῆς, καὶ μέλλοντες μετὰ τὴν ταύτης διαχείρισιν, ἄν μὴ σφᾶς Μενέλεως σώσῃ καὶ τοὺς δόμους ὑφάψειν πυρί. Μενέλεως μὲν ὑπὸ τούτων Ἑλένην τεθνάναι μαθὼν, ἵνα κἂν σώσῃ τὴν παῖδα ἐλθὼν, ἤρξατο πορθεῖν τὰ βασίλεια, ἐπιφανεὶς δὲ Ἀπόλλων διήλλαξε τούτους, Ἑλένην μὲν εἰς οὐρανοὺς φήσας διακομίσαι, Μενέλεων δὲ ἑτέραν λαβεῖν κελεύσας γυναῖκα, Ὀρέστῃ δὲ Ἑρμιόνην συνάψαι μετὰ τὴν τοῦ φόνου κάθαρσιν· ἧς Ἀθήνησιν ἔτυχε, μετὰ Ἐριννύων εἰς Ἄρειον πάγον κριθεὶς, ὅτε καὶ καταδικασθῆναι μέλλοντα ὑπὸ πάντων θεῶν Ἀθηνᾶ ψῆφον βαλοῦσα νικῆσαι τοῦτον ἐποίησε. καὶ οὕτως Ὀρέστης ὕστερον Ἑρμιόνην γυναῖκα λαμβάνει κατὰ τὸ τοῦ Ἀπόλλωνος θέσπισμα, καὶ Ἄργους κρατεῖ, Πυλάδῃ δὲ Ἠλέκτραν δίδωσι, τὴν καὶ πρότερον ὑπ’ αὐτοῦ κατεγγυηθεῖσαν τούτῳ. ἰστέον δὲ ὅτι πᾶσα τραγωδίᾳ σύμφωνον ἔχει καὶ τὸ τέλος· ἐκ λύπης γὰρ ἄρχεται καὶ εἰς λύπην τελευτᾷ· τὸ παρὸν δὲ δρᾶμά ἐστιν ἐκ τραγικοῦ κωμικόν· λήγει γὰρ εἰς τὰς παρ’ Ἀπόλλωνος διαλλαγὰς ἐκ συμφορῶν εἰς εὐθυμίαν κατηντηκός· ἡ δὲ κωμῳδία γέλωσι καὶ εὐφροσύναις ἐνύφανται.