Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

Ἐνταῦθα ὁ Εὐριπίδης ἀπὸ τῆς μέσης ὑποθέσεως ἄρχεται· παρέλιπε

γὰρ τὴν τοῦ Ὀρέστου ἀνατροφὴν, ὅπως ἀνετρέφετο παρὰ τοῦ παιδαγωγοῦ εἰς τὸν Στροφίου οἶκον, τοῦ πατρὸς τοῦ Πυλάδου· φίλος γὰρ ἦν τοῦ Ἀγαμέμνονος ὁ Στρόφιος· καὶ ὅπως μηχανήσαντες ἀπῆλθον εἰς τὴν Κλυταιμνήστραν ὅ τε Ὀρέστης καὶ Πυλάδης καὶ παιδαγωγὸς φέροντες ταύτῃ καὶ κιβώτιον πεπληρωμένον τῆς κόνεως τοῦ Ὀρέστου. μέμνηται δὲ τούτου ὁ Σοφοκλῆς καὶ οὗτος ἐν ἑτέρῳ δράματι.

Ἔθος τοῖς τραγικοῖς τὸ ἐν προοιμίῳ ὡς ἐν ὀλίγῳ παραδηλοῦν τοῦ ὅλου δράματος τὴν ἔννοιαν, ὡς καὶ ἐνταῦθα ποιεῖ ὁ Εὐριπίδης καὶ πανταχοῦ. τὸ δὲ δρᾶμα τῆς Ἑκάβης καὶ τοῦ παρόντος δράματος τὸ τέλος ἀπὸ πένθους ἄρχονται καὶ λήγουσιν εἰς χαράν.