Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ΜΕΤΑ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν Τρῳάδος Χερρόνησον καθωρμίσθησαν· Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφαγῆναι ἠξίου μίαν τῶν Πριάμου θυγατέρων. οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον κατέσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ εἰς παρακαταθήκην μετὰ χρημάτων. ἀλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν, καὶ φιλίας δυστυχοῦς ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν τὸ κλυδώνιον πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω· κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο, κρύπτουσα τὸ γεγονὸς, ὡς ἵνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ· παραγενομένου δὲ τοὺς μὲν υἱοὺς κατέσφαξεν, αὐτόν δὲ τῶν ὀφθαλμῶν ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν [*](2. Ὑποθεσις in A.B. nulla est. 6. σφαγῆναι] σφάγιον Marc. 468. Quod primo loco posui Argumentum 11. κατασχεῖν— ὥρμησεν] κατασχεῖν ex Paris. 2712. primum edidit τὸν χρυσὸν βουλόμενος τοῦ φονεύειν Brunckius. Legitur etiam, etsi τὸν παῖδα ὥρμησεν Marcianus 468. nulla cum memorabili scripturae 12. ἐκριφέντος] ἐκριφθέντος Fl. 9. 18. diversitate in Gu. (i. e. Guelferbytano), 15. ὡς ἑαυτὴν—κρύπτουσα] πρὸς Veneto Marciano 468., αὐτὴν—κρύψασα Marc. 468. Florentinis 9, 18, 33., Havniensi 16. ἵνα addidi ex Gu. Fl. 9. 18. 3549. aliisque. Est grammatici 17. παραγενομένου] παραγενομένῳ recentis. Par. 2712. et Gu. 4. εἰς τὴν ἀντιπέραν] εἰς ἀντιπέραν 18. τῶν ὀφθαλμῶν] τῆς ὁράσεως Fl. 9. 18. εἰς τὰ ἀντίπερα Fl. 33. Marc. 468.)

201
κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρχειν ὠμότητος, ἀλλʼ ἀμύνασθαι τὸν κατάρξαντα.

Μετὰ τὴν Τροίας ἅλωσιν ἄραντες οἱ Ἕλληνες καθωρμίσθησαν ἐν τῇ ἀντιπέραν Χερρονήσῳ τῆς Θράκης, ἦς Πολυμήστωρ ἦρχεν· οὗ δὴ καὶ κενοτάφιον ἔχωσαν Ἀχιλλεῖ ἐν Τροίᾳ ταφέντι. διατρίψαντες δὲ ἐκεῖ ἡμέρας δή τινας, ἐφʼ ᾧ τὰ αὐτῶν εὗ διαθήσονται, ἐπεὶ ἀναχθήσεσθαι ἔμελλον, φανὲν τὸ τοῦ Ἀχιλλέως εἴδωλον ἐπὶ τοῦ τάφου ἐπέσχε τοὺς Ἀχαιοὺς τῆς ἀναγωγῆς, αἰτοῦν γέρας αὑτῷ δοθῆναι τὴν παῖδα Πριάμου Πολυξένην, τὴν καὶ πρότερον κατεγγυηθεῖσαν αὐτῷ ὑπὸ τοῦ πατρὸς, διʼ ἣν καὶ ὑπὸ Πάριδος καὶ Δηϊφόβου τοξευθεὶς ὄλωλεν, ὅτε τὰς ἐγγύας πρὸς τοῦτον πληροῦν ἔμελλε Πρίαμος. Ἕλληνες μὲν οὖν ὧν εὗ ἔπαθον ὑπʼ αὐτοῦ μεμνημένοι καὶ τιμῶντες τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐψηφίσαντο σφάξαι τὴν Πολυξένην ἐπὶ τῷ τάφῳ τοῦ ἥρωος. ἔπεμψαν δὲ τὸν τοῦ Λαέρτου Ὀδυσσέα πρὸς τὴν μητέρα αὐτῆς Ἑκάβην, ὡς ἂν τήν τε παρθένον λάβῃ καὶ τῷ ποικίλῳ τῶν λόγων, τοιοῦτος γὰρ ἦν ὁ ἀνὴρ, πείσῃ Ἑκάβην μὴ δυσχερῶς σχεῖν ἐπὶ τῇ τῆς παιδὸς ἀφαιρέσει. ἐλθὼν οὖν Ὀδυσσεὺς, τήν τε κόρην συναιρομένην εὗρεν αὐτῷ τῆς σπουδῆς, καὶ πείθουσαν τὴν μητέρα ὡς τὸ τεθνήξεσθαι μᾶλλον αὐτῇ προσῆκον ἢ τὸ ζῆν παῤ ἀξίαν. σφαγείσης δὲ τῆς παρθένου Ἑκάβη θεράπαιναν αὑτῆς ἔπεμψε παρὰ τὰς ἀκτὰς, ἐφʼ ᾧ ὕδωρ ἐκεῖθεν κομίσαι πρὸς λουτρὸν Πολυξένης. εὗρε δὲ Πολύδωρον ἐκεῖ κείμενον· ἀλοῦσαν γὰρ ὡς ἔγνω τὴν Τροίαν Πολυμήστωρ, σφάξας αὐτὸν ἔρριψεν εἰς τὴν θάλασσαν, ὡς ἂν αὐτὸς ἔχῃ τὸν χρυσὸν, ὃν πρὸς αὐτὸν μετὰ τοῦ παιδὸς Πολυδώρου πρώην Πρίαμος ἔπεμψε λάθρα, ἐπειδὴ ἑώρα τὸ Ἴλιον πρὸς κίνδυνον [*](4. Hanc ὑπόθεσιν, Thoma Magistro codicibus pluribus, quos memorari dignam, primum edidit Aldus, operae pretium non est, vel iisdem subjectam Vitae Euripidis ab verbisperscripta vel compendifacta, Thoma scriptae, praescripto ἡ ὑπόθεσις ut in Havniensi. θεσις τοῦ δράματος οὕτως ἔχει. Legitur 9. αὐτῷ Barnesius pro αὐτῶ. tur cum eodem lemmate in B. (i. e. 15. τοῦ λαέρτου B. τοῦ om. Ald. codice Parisino 2713.) in parte codicis 17. ἦν om. B. dicis ab manu seculi quinti decimi 18. τῆς om. B. scripta, aliisque ejusdem aetatis 20. τὸ τεθνήξεσθαι B. τὸ om. Ald.)

202
ἤδη χωροῦν. ἦν δὲ ὁ χρυσὸς οὗτος πολὺς ἄγαν, καὶ ἱκανὸς ὀρθῶσαι καὶ αὖθις τὸ γένος τοῦ Πριάμου. ὁ δὲ Πολυμήστωρ τῶν ἄγαν φίλων Πριάμου. ὡς οὖν τοῦτον εὗρεν ἡ δούλη κείμενον ἐπʼ ἀκταῖς, ἀνελομένη καὶ τῷ πέπλῳ εἱλίξασα κομίζει πρὸς τὴν Ἑκάβην, καὶ ἣ τὸν τῆς Πολυξένης νεκρὸν, πρὶν ἐκκεκαλύφθαι τοῦτον, εἶναι νομίσασα, ἐπειδὴ ἔγνω Πολύδωρον, ἀθλίως τε ἔσχε, καὶ ὅπως ἀμυνεῖται τὸν Πολυμήστορα, μηχανᾶται τοιόνδε· κοινωσαμένη πρότερον τὴν περὶ τούτου γνώμην Ἀγαμέμνονι πέμπει τὴν αὑτῆς δούλην ὡς Πολυμήστορα, αὐτόν τε καὶ τὰ τέκνα πρὸς αὑτὴν μετακαλουμένη ἐφʼ ᾧ περί τινος ἀναγκαίου πρὸς αὐτὸν κοινώσασθαι. οὗτος μὲν οὖν ἀγνοῶν ὅτι Πολύδωρος εὕρηται παρὰ τὰς ἀκτὰς, καὶ ἅμα καί τισιν ἐλπίσιν ὑποκλαπεὶς μετὰ τῶν παίδων πρὸς αὐτὴν ἀφικνεῖται. Ἑκάβη δὲ πρὸς αὐτὸν τούτου χάριν ἔφη κεκληκέναι, ἵνα χρνσοῦ θησαυροὺς κεκρυμμένους ὑπʼ αὐτῆς ἐν Ἰλίῳ μηνύσῃ. εἰσάγει δὲ καὶ τῆς σκηνῆς ἔνδον εἰποῦσα, ὡς ἂν καὶ ἕτεῤ ἄττα αὐτῷ δώσει χρήματα, μεθʼ ὧν ἐξῆλθε τῆς Τροίας. ἐκέκρυπτο δὲ εἴσω πλεῖστος γυναικῶν ὄχλος· σὺν αἷς τοῦτον εἰσελθόντα Ἑκάβη ὀφθαλμῶν τε στερεῖ καὶ τὰ τέκνα αὐτοῦ ἀποσφάττει. δικάσαντος δὲ αὐτοὺς τοῦ Ἀγαμέμνονος ὕστερον, καὶ τοῦ Πολυμήστορος πολλὰ περὶ τῆς σφαγῆς Πολυδώρου διαπλασαμένου, Ἑκάβη περιεγένετο, ἐλέγξασα αὐτὸν ὡς τοῦ χρυσοῦ χάριν, καὶ οὐχ ὧν προὔτεινε, τὸν παῖδα ἀνεῖλε, σύμψηφον σχοῦσα καὶ Ἀγαμέμνονα.

Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν τῇ ἀντιπέραν τῆς Τροίας Χερρονήσῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν αἰχμαλωτίδων Τρῳάδων, συμμαχησασῶν τῇ Ἑκάβῃ.

[*](2. τοῦ Πριάμου] τοῦ om. B. 19. Πολυδώρου om. B. ib. ὁ δὲ Πολυμήστωρ — Πριάμου] ib. διαπλασαμένου] πλασαμένου B. Haec addidi ex B. 23. τροίας B. θράκης Ald. 4. τῆς Πολυξένης] τῆς om. B. 24. Post Χερρονήσῳ B. reliquis 6. τὸν Πολυμήστορα B. τὸν om. omissis pergit, ἔστι δὲ τὰ τούτου πρόσωπα εἴδωλον πολυδώρου ἑκάβη. χορὸς 8. αὐτῆς] αὐτῆς B. Ald. ἐκ τρωάδων αἰχμαλωτίδων. πολυξένη. 9. αὐτὴν B. ἑαυτὴν Ald. ὁδυσσεύς. ταλθύβιος. θεράπαινα ἑκάβης. ib. ἐφʼ ᾧ addidi ex B. ἀγαμέμνων. πολυμήστωρ. 11. ἐλπίσιν addidi ex B.)
203

Στίχοι πολιτικοὶ τοῦ Τζέτζου.

Πολύδωρον Ἑκάβης τε καὶ τοῦ Πριάμου παῖδα ὁ Πολυμήσ τωρ ἔκτεινεν ὁ τῶν Θρᾳκῶν κατάρχων, ἀφʼ οὗ τὴν Τροίαν ἔμαθεν Ἕλλησι πορθηθῆναι, καὶ κτείνας εἰς τὴν θάλασσαν ἔρριψε τὴν ἐκεῖσε, καίπερ λαβών παρὰ πατρὸς ὅπως αὐτὸν φυλάσσοι. Ἑκάβης αἰχμαλώτου δὲ οὔσης ἐν Χερρονήσῳ, ἐκεῖ γὰρ καὶ τὸ στράτευμα ὑπῆρχε τῶν Ἑλλήνων, ὄναρ φανεὶς Πολύδωρος τῇ σφῇ μητρὶ Ἑκάβῃ. ὅπως αὐτὸν ἀπέκτεινεν ὁ Πολυμήστωρ λέγει, καὶ τὰ λοιπὰ δὲ σύμπαντα λεπτομερεῖ τῷ λόγῳ. οὕτω κατʼ ἔπος λέγει δὲ διὰ τοῦ Εὐριπίδου, ἥκω νεκρῶν κευθμῶνα τε καὶ πύλας ἀρεὶς σκότος, ἔκτοτε τοῖς φυγοῦσι δὲ δεινοῖς ἐξ ἀρρωστίας, ὡς ἐγερθεὶς ἐκ τῶν νεκρῶν λέγομεν τὰ τοιαῦτα· τοῖς μὴ μαθοῦσι γράφομεν, οὐ τοῖς μαθοῦσι ταῦτα.

Τοῦ Χορτασμένου.

Κἀντεῦθεν ᾂν κατίδοι τις τοῦ ζωτικοῦ τὴν φύσιν καὶ τὴν σπουδὴν τὴν ἄμετρον, ἣν ἔχει περὶ λόγους· τοῦ γὰρ βιβλίου τουτουὶ μηδενὸς στερουμένου, μηδʼ ἐνδεῶς τυγχάνοντος ὧνπερ προσῆκεν ἔχειν, τὸν Εὐριπίδην τὸν σοφὸν ποιητικῆς τὸ κλέος, ὁ δʼ ὥσπερ οὐκ ἀρκούμενος τοῖς ὧδε γεγραμμένοις, καὶ τοὺς παρόντας τουτουσὶ γραμματικοῦ τοὶ Τζέτζου στίχους προσέθηκεν αὐτῷ μηδόλως ἀμελήσας, μηδʼ ἀνασχόμενος εἰπεῖν τινὰ τῶν περὶ λόγους, ὡς ἄρα τούτου κάλλιον ἐκτήσατο βιβλίον.

[*](2. Tzetzae versus edo ex parte 8. δὲ] τε Fl. recenti codicis (B.) Parisini 2713. 11. ὅπως] τὸ πῶς Fl. Versus undecim primos ex Fl. 33. 14. σκότος] Aut σκότους scripsit ediderat Matthiae vol. 6. p. 3. aut σκότου. 7. φυλάσσοι] φυλάττῃ Fl.)
204

Ἐπειδὴ περὶ τοῦ εἰδώλου προεθέμεθα εἰπεῖν, τοῦτο δὲ τὸ ὄνομα γλώσσαις μὲν ἁπάσαις προβέβληται, οὐδέπω δὲ σεσαφήνισται, ἀλλʼ ἔστιν οὗ καὶ διαφόροις ἐννοίαις ἐκφέρεται, χρεὼν εἰπεῖν τί ποτε τοῦτό ἐστι καὶ πόθεν εἴληφε τὴν συνθήκην. πῆ μὲν γὰρ εἴδωλα τῶν σωμάτων φαμὲν τὰς ψυχὰς, καὶ ῥήτορα εἰδωλοποιὸν ὀνομάζομεν τὸν ταῖς ἀπελθούσαις τῶν σωμάτων ψυχαῖς λόγους περιτιθέμενον. φιλόσοφοι δὲ ξύμπαντες τὰ χείρονα εἴδωλα τῶν κρειττόνων φασίν. οὕτω γὰρ κἀπὶ τῆς συνηθείας ἔστιν εἰδεῖν· οὗτος μὲν γὰρ ὁ χαλκοῦς ἀνδριὰς Ἡρακλέους εἴδωλον, ὅδε δὲ Θησέως· καὶ ἡ χαλκῆ λύκαινα, ἡ τοὺς μαστοὺς ὑποτιθεῖσα τοῖς βρέφεσι, ποιήματα μὲν παλαιᾶς ἐργασίας, εἴδωλα δὲ ἀληθείας, καθʼ ἣν Ῥῆμος καὶ Ῥώμυλος ὑπὸ τοῦ Φαιστύλου ῥιφέντες ἐπὶ τὴν ἀκτὴν τῆς ζώσης λυκαίνης τοὺς μαστοὺς εἵλκυσαν. τίς οὖν ὁ τῆς διαφορᾶς λόγος: ἐγὼ γοῦν φημι λογισάμενος καὶ ἐκτιθέμενος ὡς ἡ ψυχὴ οὐ πέφυκεν εἴδωλον, ἀλλὰ τὸ σῶμα τῆς ψυχῆς, ὡς χεῖρον κρείττονος· ἐπεὶ δὲ αἱ ψυχαὶ φανταζόμεναι σωματικοῖς τυποῦνται μορφώμασι πρὸς τὴν τῶν ὁρώντων δύναμιν, ἀσαφέσι μέντοι καὶ συγκεχυμένοις, καὶ τὸ ὅλον σκιώδεσι, διὰ ταῦτα λέγονται τῶν σωμάτων εἴδωλα· σῶμα μὲν γὰρ καὶ τὸ σχῆμα ὄρθιον καὶ τὴν ἁφὴν στερρὸν καὶ ἀντιτυπὲς, καὶ τὸ χρῶμα ἔνι λευκὸν καὶ βαρὺ καὶ γεῶδες καὶ ἀέρι μὴ ἐποχούμενον, ἡ δὲ τοῦ Πολυδώρου ψυχὴ οὐχ οὕτω τῇ Ἑκάβῃ ἐφαίνετο, ἀλλὰ ζοφερὸν καὶ σκιᾷ παρόμοιον καὶ δυσείκαστον· [*](2. Moschopuli περὶ τοῦ εἰδώλου seculi quinti decimi scripta, post disputatio, Hecubae, in qua Polydori. Tzetzae versus supra appositos, εἴοωλον in scenam producitur, tos, cum lemmate περὶ τοῦ εἰδώλου. praefixa in codicibus Byzantinis Pars postrema inde ab verbis τῶν multis legitur, primum edita ab σωμάτων μὲν Πλάταν usque ad ἐπεφημίσθη Aldo post Moschopuli Vitam Euripidis: μἱσθη εἴκασμα legitur etiam in codice unde inscriptum ei est dice Guelferbvtano in initio scholiorum τοῦ αὐτοῦ τερὶ εἰδώλου. Inscriptio ab liorum ad Hecubam. me posita ex codice sumta est 112. ὅδε δὲ B. et Dresd. ὁ δὲ Ald. Dresdensi (D. 22.) de quo dixi ad 14. Ῥῦμος Musgr. pro Ῥῶμος. Scholia in Sophoclem vol. 2. p. 15. μαστοὺς] μαζοὺς Dresd. 408. Habet etiam codex Parisinus. 21. ὄρθιον B. Dresd. ὄρθριον Ald. (B.) 2713. in parte ab manu 22. καὶ βαρὺ] καὶ om. B.)

205
διὰ γοῦν τὴν τοιαύτην μορφὴν, τὴν ἀσαφῆ καὶ συγκεχυμένην, εἴδωλά φασιν οἱ σοφοὶ τὰς ψυχὰς τῶν σωμάτων· καὶ Πλάτων γοῦν ἐν τῷ Φαίδωνι τὰ ἐν τοῖς τάφοις φαινόμενα σκιοειδῆ φαντάσματα ψυχὰς φιλοσωμάτους ὠνόμασεν, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν πρὸς τὸ καθαρὸν ἀνιούσας φῶς, ἀλλ᾿ ἔτι τῶν σωμάτων ἐχομένας, ἃ δὴ διὰ τὰς ἀνδραποδώδεις ἠγαπήκασιν ἡδονάς· διὰ ταῦτα μὲν οὖν εἴδωλον σωμάτων ἡ ψυχὴ, αὗθις δὲ σῶμα ψυχῆς εἴδωλον, ὅτιπερ ὃ τούτῳ ὀφθαλμὸς, ἐκείνῃ ὁ νοῦς· καὶ ὃ τούτῳ ἁφὴ, ἐκείνῃ πάλιν ἐξεταστική· καλλίων δὲ νοῦς ὀφθαλμοῦ καὶ νοερὰ ζήτησις δυνάμεως ἁπτικῆς· διὰ ταῦτα πάλιν εἴδωλον τὸ σῶμα τῆς ψυχῆς. τὸ δὲ ὄνομα τοῦτο ὁ Χριστιανῶν ἐμυσάχθη θεσμὸς, ὅτι δὴ τοῖς Ἑλληνικοῖς θεοῖς ἐπεφημίσθη εἴκασμα.

[*](3. φαντάσματα] πλάσματα Gu 6. ἃ] ὃ Gu. 4. ἐντεῦθεν] ἐνταῦθα Gu.)
206

1.—58. Ἡ εἴσθεσις τοῦ δράματος ἄρχεται ἐκ μονοστροφικῆς περιόδου· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νή, ὧν ὁ τελευταῖος “φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.” ἐπὶ τῷ τέλει κορωνίς.

59.—99. Τὰ τοιαῦτα εἴδη καλεῖται συστήματα ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους. σύστημα δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶ, μέτρων συναγωγὴ ἤτοι δύο, ἢ πλειόνων, ἢ ὁμοίων, ἢ ἀνομοίων. ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν, Λακωνικὸν καλούμενον διὰ τὸ τὸν Λάκωνα Ἀλκμᾶνα τούτῳ πρῶτον χρήσασθαι. εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικὰ δίμετρα, ἤτοι ἑφθημιμερῆ. ἢ μέτρον καλεῖται παροιμιακὸν, διὰ τὸ πολλὰς παροιμίας τούτῳ τῷ μέτρῳ γεγράφθαι. τὸ μέντοι ιϚ΄ κῶλον, τὸ [*](9. Ἡφαιστίων] Cap. 4. p. 119. loco altero alatis scholiasta ed. Gaisf. secundae. ab Morello memoratus adscriberet, 10. Λακωνικὸν] Hoc nomen Hephaestio παρακλητικὰ ἐκ τῶν Τυρταίου, et Tzetza c. 8. p. 50. tetrametris Histor. 1, 696. eos Tyrtaeo tribueret, tribuit anapaesticis qui spondeum praeeunte, ut ait, Dione ante catalexin habeant, cujus hoc Chrysostomo, etsi ab hoc sine nomine affert exemplum, ἄγετʼ, ὦ Σπάρτας poetae sunt appositi. ἔνοπλοι κοῦροι, ποτὶ τὰν Ἄρεος κίνασιν, 13. πολλὰς παροιμίας] Proverbia quem versum Alcmanis esse conjecit metro paroemiaco scripta collegit Valckenarius apud Santen. ad Meinekius in Appendice ad Theocritum Terent. Maur. p. 79., alii Tyrtaeo critum p. 454.—469. tribuunt, collatis versibus quos ex 14. ιϚ΄] ις B. (ut mox λδον et Λακωνικοῖς ἐμβατηρίοις attulit Dio λϚ pariterque in scholio v. 100.) Chrys. vol. 1. p. 92. ἄγετ᾿ ὦ Σπάρτας ἑκκαιδέκατον I. qui numeros modo εὐάνδρου | κοῦροι πατέρων πολιητᾶν plene scriptos exhibet modo literis etc. quos Tyrtaei esse colligi potest expressos. De quo semel monemus. ex iis quae Dio ib. p. 82. de vesibus Hic autem vitiosum est ιϚ΄, etsi incerta Tyrtaei ὑπὸ φάλαγγος ἐνόπλου est correctio, quum nesciamus cantatis dixit: unde factum ut versibus quomodo dactylos, qui in hoc)

207
λδ΄ καὶ τὸ λϚ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, ὃ καὶ ἀναπαιστικὴ ὀνομάζεται βάσις, τὰ δὲ πάντα κῶλα τοῦ συστήματος εἰσὶ λή, ὧν τελευταῖον “πέμψατε, δαίμονες, ἱκετεύω.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ τῷ τέλει κορωνίς. B.I.

93. Οὕτω δὲ χρὴ γράφειν καὶ ταῦτα τὰ κῶλα, ἵνʼ ᾖ δίμετρα, ὡς τὰ πολλά. ἐν γὰρ τοῖς ἀναπαιστικοῖς μονόμετρα μόνον διὰ μέσου εὕρηται, οὐ μὴν καὶ δίμετρα καταληκτικὰ, ἀλλʼ ἐν μόναις ταῖς ἀποθέσεσι. διὰ τοῦτο οὖν οὕτως ὠρθώθη παῤ ἡμῶν· εἰ δέ τις μέμφοιτο τὰς προθέσεις, ἀλλ᾿ ἴστω ὡς οὐκ ἂν ἔχοι τις ἄλλως ταυτὶ διορθώσασθαι.

100.—154. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται συστήματα ἐξ ὁμοίων κατὰ περιορισμοὺς ἀνίσους, ὡς εἴρηται. ἔστι δὲ καὶ τοῦτο τὸ μέτρον ἀναπαιστικὸν, Λακωνικὸν καλούμενον. εἰσὶ δὲ τὰ μὲν τῶν κώλων δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ὃ μέτρον καλεῖται παροιμιακὸν, ὡς εἴρηται. τὸ μέντοι ιϚ΄ κῶλον, τὸ κε, τὸ μ΄, τὸ ν΄ καὶ τὸ νε΄ μονόμετρά εἰσιν ἀκατάληκτα. τὰ δὲ πάντα κῶλα τοῦ συστήματος νϚ΄, ὧν τὸ τελευταῖον “δειρῆς νασμῷ μελαναυγεῖ.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

155.—177. Σύστημα κατὰ περικοπὴν ὁμοιομερές· ἐξ ὁμοίων γάρ σύγκειται ἀναπαιστικῶν κώλων. ἔστι δὲ καὶ τοῦτο κατὰ περιορισμοὺς ἀνίσους. τὰ δὲ κῶλα πάντα αὐτοῦ κγ΄, ὧν τελευταῖον “σᾶς ψυχᾶς ἀίω φάμαν.” εἰσὶ δὲ τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν [*](carmine anapaestis sunt interpositi, τράπωμαι. erroremanifesto. Kingius in versus vei breviores vel longiores inseruit scholio v. 93. post verba diviserit Triclinius. Monometros καὶ τόδε ὃ μέλλω εἰπεῖν φόβημά ἐστιν, λδ΄ et λϚ΄ manifestum est dici verba nec dubitandum quin ad κῶλα pertineat v. 95. φάντασμʼ Ἀχιλέως et v. 97. verbis οἰκτρῶς καὶ τόδε μοι δεῖμα τινὰ Τρωϊάδων. In praecedentibus inita, etsi nescimus quomodo Triclinius duo reperiuntur monometri, v. 83. haec in ordinem redigere ἔσται τι νέον et v. 86. φρίσσει, ταρβεῖ, sit conatus. eo loco positi ut manifestum sit 6. πολλά] Temere ing. λοιπά. numerum denarium, quem praebet Nam τὰ πολλὰ dicit Triclinius quia ἑκκαιδέκατου vel ιϚ΄, in vicenarium versus hujus carminis non omnes esse mutandum. Itaque corrigendum sunt anapaestici. videtur, τὸ μέντοι κγ΄ καὶ κϚ΄ 15. τὸ μέντοι—καὶ τὸ νε΄] Versus κῶλον— dicit qui sunt in editione nostra 5. Οὕτω δὲ χρὴ—] Haec annotatio 115. 124. 139. 149. 153. in l. adjuncta est scholio v. 88. 16. εἰσιν] ἐστιν B. post verba οἷον τίς γένωμαι καὶ πῆ)

208
ἀποθέσεων καταληκτικά. τὸ μέντοι ζ΄ κῶλον καὶ τὸ ιζ΄ μονόμετρά ἐστιν ἀκατάληκτα, τὸ δὲ ιε΄ τροχαϊκὸν ἰθυφαλλικόν. τίθενται γὰρ καὶ τά τοιαῦτα συστήματα ἐν μέσῳ τῶν ἀναπαιστικῶν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει ὡσαύτως. B.I.

163. ποίαν—: οὕτω δὲ χρὴ γράφειν ταῦτα τὰ κῶλα καὶ τὰ ἑξῆς ὡς διωρθώθη παῤ ἡμῶν, ἵνʼ ἔχῃ πρὸς μέτρον ὀρθῶς.

178.—215. Σύστημα ἕτερον κατὰ περικοπὴν ἀμοιβαῖον, ὁμοιομερές· ἐξ ὁμοίων γὰρ σύγκειται ἀναπαιστικῶν κώλων. εἰσὶ δὲ πάντα τὰ κῶλα λθ΄, ὧν τελευταῖον “κρείσσων συντυχίʼ ἐκύρησεν.” εἰσὶ δὲ τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ τῶν ἀποθέσεων καταληκτικά. τὸ δὲ δ΄ καὶ τὸ ια΄, τὸ ιδ΄, τὸ ιϚ΄. τὸ κζ΄, καὶ τὸ λγ΄ μονόμετρα καὶ πενθημιμερῆ· τὸ μέντοι ε΄ τροχαικόν ἐστι πενθημιμερές καὶ τὸ λδ΄ ὁμοίως ἑφθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς· τέλος γὰρ ἔχει τὰ ἀναπαιστικά. B.I.

200. λώβαν: οἱ γράφοντες “λώβαν ἐχθίσταν” ἀγνοοῦσι τὰ μέτρα· σὺ δὲ μαθὼν μὴ γράφε τοῦτο· δίμετρον γὰρ ὀφείλει εἶναι τὸ κῶλον, ὡς καὶ τὰ λοιπά· διὸ καὶ ἐξεβλήθη παῤ ἐμοῦ.

216—437. Αἱ περίοδοι αὗται πᾶσαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σκη΄, ὧν τελευταῖος “αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.” ἐπὶ τῷ τέλει μὲν τῶν ἀποθέσεων παράγραφος, ἐπὶ τῷ τέλει δὲ πάντων τῶν στίχων κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.

444.—465. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν. κατὰ σχέσιν δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα δουλεύων ὁ ποιητὴς ἀνταποδόσει καὶ ἀνακυκλήσει γράφει. εἰσὶ δὲ τὰ παρόντα δύο στροφαί. τῆς μὲν οὖν προτέρας στροφῆς τὰ κῶλα ια΄, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐξ ἐπιτρίτου α΄ καὶ βακχείου. τὸ β΄ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς ἀδιαφόρου. τὸ γ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ [*](2. ἰθυφαλλικὸν] φαλικὸν I. Kingius. 5. οὕτω δὲ—] Praecedit in I. 23. Ἡφαστίων] C. 7. p. 122. scholion τοῦτο λέγει—ἐπικαλέσεται. 24. ἀνταποδόσει] ἀνταποδώσει I. 9. συντυχι᾿] ξυντυχί᾿ B. Correctum ex Heph. 19. σκη΄] Immo σκϚ΄. ib. γράφει additum ex Heph. 22. κατὰ σχέσιν. κατὰ σχέσιν δέ] 25. προτέρας στροφῆς—ἀντιστροφῆς] κατάσχεσις. κατάσχεσις δέ I. Correxit V. 444.—454. et 455.—465.)

209
ἰωνικοῦ ἀπὸ μείζονος, τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰωνικοῦ ἡμίσεως· ἐν μέντοι τῷ τῆς στροφῆς κώλῳ παίωνα β΄ ἔχει ἀντὶ ἰωνικοῦ. τὸ δ΄ δίμετρον ὑπερκατάληκτον· καλεῖται δὲ περίοδος διὰ τὸ συγκεῖσθαι ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας· ἔστι δε τῶν ἀσυναρτήτων. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ὅμοιον τῷ ε΄. τὸ η΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β΄, καὶ συλλαβῆς μιᾶς. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ ἀναπαίστου, ἤτοι τριβραχέος διὰ τὴν ἀδιάφορον. τὸ ι΄ χοριαμβικὸν ὅμοιον ἡμιόλιον, ἐκ χοριάμβου, ἤγουν ἐπιτρίτου β΄, καὶ τροχαίου διὰ τὴν ἀδιάφορον. τὸ ια΄ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος μόνη.

454. πεδία λιπαίνειν: οὐ χρὴ “πεδία λιπαίνειν” γράφειν, ἀλλὰ “τὰς γύας,” ἵν᾿ ἦ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.