Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι.

1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει.

1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας.

1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας.