Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν · οὐ σαφῶς εἶπεν [625]· καὶ ⟨πῶς⟩ ἡ Ἑκάβη οὔτε στενάζει οὔτε ⟨πυνθάνεται πῶς⟩ ἀπηλλάγη; εἴτε γὰρ οἶδεν, ⟨ἔδει⟩ οἰκτίσασθαι περὶ θυγατρός· εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν: —