Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ Ἑρκείου Διὸς ἀντὶ τοῦ· ἐπὶ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ Ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες. τρισὶ ⟨γὰρ⟩ ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον [frg. 3] πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον: —