Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὐ γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλ’ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται ὅπως τὸ ἐπεισόδιον εἰσαγάγῃ τοῦτο τήν τε ἀσπίδα ἐπὶ τῆς σκηνῆς παρεισενέγκῃ καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ⟨καὶ⟩ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψῶς δὲ ταῦτα πάντα πεποίηκε, παρῄρηται δὲ τὸ τραγικὸν κατασκεύασμα. εἰ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν: —