Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
μηδὲ προσίστω: ἀντὶ τοῦ· μὴ ἀντίκεισο τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστιν· μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ· τοῦτο δὲ ἐναντίον τῷ [Α 483. Β 429] ἡ δὲ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον: —