Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κακῷ δὲ μερμέρῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν Τερμέρια κακά, ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί [frg. 3] φησιν οὕτως· Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν· τούτων δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν * *, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ διαπλεῖν: —