Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κοὐ μεμφόμεσθά γ’: καὶ οὐκ ἐκφαυλίζομεν αὐτούς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὁμόσε ἐλαύνομεν αὐτοῖς καὶ πολεμοῦμεν. ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος [ε 290]· ἀλλ’ ἔτι μέν μίν φημι ⟨ἄδην⟩ ἐλάαν κακότητος, ὅ ἐστιν ἐμφορηθῆναι: —