Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔλαμπε, Γοργὼν δ’ ὡς: ἡ Γοργὼν ἐπέκειτο τοῖς μετώποις τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀποτελοῦσα: —

πολλὰ πελταστῶν τέλη: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν τῇ Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως [frg. 498]· διελὼν δὲ τὴν πολιτείαν * * Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους ἱππέας μὲν τεσσαράκοντα, πελταστὰς δὲ ὀγδοήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα ⟨οὐδ’⟩ ἐπίχαλκος ⟨οὐδὲ βοὸς, ἀλλ’ οἰὸς ἤ⟩ αἰγὸς δέρματι περιτεταμένη. καὶ τρί’ ἀκόντια καὶ μικρὸν δόρυ πάντες ἐφόρουν ὅ σχέδιον ἐκαλεῖτο: —