Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἔστι Φρυγῶν τις: ἐπεὶ κωμῳδοῦνται οἱ Φρύγες ὡς δειλοί, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων: —
ἔνι δὲ θράσος ἐν αἰχμᾷ: τῆς ἔσχατος Μυσῶν παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ [frg. 77]· τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζ’ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν καὶ Μένανδρος [frg. 751]· εἰ μὴ γαμεῖς γὰρ. ἔσχατον νόμιζέ με [Φρυγῶν] Μυσῶν. κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων [frg. 20] γοῦν ἐξηγούμενος [περὶ] αὐτήν φησιν [ὡς] ὕστερον τῶν Τρωικῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας ⟨εἰς⟩ τὴν Ἑλλάδα, μαντευομένων περὶ τῶν παρόντων, χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἑλκόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι καὶ τὰς τῶν θεῶν τιμὰς ἀναλάβωσιν ἅς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολέμου. ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. μετὰ δὲ Ὀρέστην Τεισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετ’ ἐκεῖνον Κομήτην. ᾧ χρωμένῳ ποῖ δέοι πλεῖν (κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν ἐπανερέσθαι) ⟨ὑπὸ⟩ τοῦ θεοῦ δοθῆναι χρησμὸν ἐπὶ τὸν ἔσχατον
Μυσῶν πλεῖν. κατολιγωρήσαντας δὲ πολλοὺς τῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσῶν ἐσχάτου. κατὰ ⟨δὲ⟩ τὴν ἐχομένην γενεὰν ⟨Γρᾶ τοῦ Ἐχέλα τοῦ⟩ Πενθίλου πάλιν συναγείραντος τὴν στρατιὰν καὶ τοῦ θεοῦ τὸν αὐτὸν προενέγκαντος χρησμὸν διὰ τὸ παράδοξον εἰς παροιμίαν [διὰ] τοῦτο περιστῆναί φασιν. εἰσὶ δὲ οἵ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἄν τόπους πλανηθεὶς ἐξεύροι τοὺς ἑαυτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν (νέμεσθαι γὰρ ⟨ταῦτα⟩ τὰ χωρία τότε Μυσούς ἐπιτυχεῖν τῇ μητρί: —