Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων: λείπει ἡ κατά· κατὰ Κάδμου. ὁ δὲ νοῦς· διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν Σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ οὐδὲ τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ [frg. 178] δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν: — MTAB

ζητοῦσι δέ τινες, εἴπερ ὠργίσθη ἡ Γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπ’ ἐκείνου τοῦ γένους σφαγῆναί ⟨τινα⟩. πρὸς τοῦτο ῥητέον ὅτι ἡ Γῆ ἀνέδωκε τοὺς Σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος· οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν. καὶ γὰρ Ἐχίων εἷς ὢν τῶν Σπαρτῶν ἔγημεν Ἀγαύην τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας: — MTA