Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παῖδες μητρὶ λόχευμα: κατὰ κοινοῦ τὸ οὐ καλόν, τουτέστιν· οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ καλὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους

ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμιμοι παῖδες τῇ μητρί, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵνα ᾖ τὸ συναίμονος ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα: — MiTA

ἄλλως: οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν ἢ διότι αὐτὸν ἔκρυψαν. * * πατρὸς δὲ τοῦ καὶ συναίμονος ἐκ λέχους ἦλθον. ἐὰν δὲ ᾖ ἣ δέ, ἥτις, ἡ μήτηρ, ἦλθεν εἰς τὸ ἑαυτῆς αἷμα: — MTA

μίασμα πατρός: πῶς μίασμα πατρός· ὅτι συναίμονος εἰς λέχος ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος: — MiTAB