Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ γὰρ ὃ μὴ καλόν: τὸ πρῶτον οὐ περιττόν ἐστιν: — MiTAAgBg

οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλόν. τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν, φησὶ, τὸ μὴ καλῶς γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτὸ τὸ γεγονέναι ἦν καλόν: — MiTAB