Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μηδὲ τὸ παρθένιον πτερόν: ἀπὸ κοινοῦ τὸ ὤφειλεν, τουτέστι· μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι. αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν. προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι: — MTAB

† παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα διότι λέγεται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν: — A

γράφεται οὔρειον: — Mg

οὔρειον τέρας ἐλθεῖν: ὀρεινὸν ἄγριον. ἢ ἴσως ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, τέρας αὐτήν φησι· τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς· μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταύτης τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα: — MTAB

† ἄλλως: ἀπὸ μέρους τὴν ὅλην· μηδὲ τὸ πτερὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς: — TA

† ἄλλως: οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν: — A

ἀντὶ τοῦ· πένθος τῆς γῆς ἡ Σφίγξ: — MiBi