Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

χρυσοδέτοις περόναις: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εἰδυῖα εἶπε [26] σιδηρᾶς τὰς περόνας· αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν: — MTAB

περόναις ἐπίσαμον: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν. εἶπε γὰρ [26] σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον: — MTA

ἄλλως: νῦν φησι χρυσῷ διαπεπερονῆσθαι τὰ σφυρὰ τοῦ Οἰδίποδος, ἄνω δὲ εἶπε σφυρῶν σιδηρᾶ· ἐκτὸς εἰ μὴ οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι. μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων· οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται, ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέραις συγκατατίθεται: — MTA

† ἐπίσαμον: τὸν ὕστερον γενόμενον ἐπίσημον διὰ τὴν τύφλωσιν: — ABi