Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδ’ ὑπὸ θυρσομανεῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων

παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ: — MT

ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: — Mg

οὐδ’ ὑπὸ θυρσομανεῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς. λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον: — TAB

νεβρίδων μέτα: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: — MTAB