Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀλλὰ σὺν ὁπλοφόροις: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε. τὸ ἑξῆς· ἀλλὰ προχορεύεις: — MTA
ἄλλως: σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀνδράσι καὶ χορεύεις χορείαν ἄτοπον τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ τοῦ τῶν Θηβαίων αἵματος: — MTA
ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβης, τουτέστι τῷ γένει τῶν Θηβαίων. Ὅμηρος [δ 611]· αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος — MTAB
† ἄλλως: ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύσας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα καὶ κατόχους αὐτοὺς ποιήσας, [ἑαυτοῦ] αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι· προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι. λέγει δὲ τὸν πόλεμον: — TAB
παροξύνας ἐκμήνας: — Mi