Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
καὶ ξυστρατήγους: στρατηγοὺς ἑτέρους μετὰ τῶν ἑπτά. καθ’ Ὅμηρον γὰρ [Κ 224] σύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὅ τοῦ ἐνόησεν — MTAB
ὑπασπιστάς: — MgAg
εἷς δ’ ἀνήρ: οἷον· μὴ μόνον τοὺς ἑπτὰ στρατηλάτας στῆσον, ἀλλὰ καὶ ἄλλους σὺν αὐτοῖς· εἷς γὰρ ἀνὴρ τῶν στρατηλατῶν οὐ δύναται ⟨πάντα⟩ θεωρῆσαι, ἀλλὰ βοηθοὺς παράσχε ἑκάστῳ: — MTA