Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔνθεν ἐξανῆκε γᾶ: ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύησεν ἡ Γῆ ὁπλοφόρους ἄνδρας. εἰσὶ δὲ οὗτοι ⟨οἱ⟩ ἐξ αὐτῶν ὑπολειφθέντες· Πέλωρ, Ἐχίων, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν [frg. 1] καὶ Κρέων, ἀφ’ οὗ γέγονε * *: — MTAB

ἄλλως: ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ [frg. 15] τὴν Ἀθηνᾶν

ἐσπαρκέναι τοὺς ὀδόντας φησίν· ὁ δὲ Ἀνδροτίων [frg. 29] Σπαρτοὺς αὐτούς φησι διὰ τὸ ἀκολουθήσαντας αὐτοὺς ἐκ Φοινίκης Κάδμῳ σποράδην οἰκῆσαι· Ἀμφίλοχος [FHG IV p. 300b] δὲ διὰ τὸ ἐπεσπάρθαι τοῖς οἰκοῦσιν ἐν Θήβαις· Διονύσιος [frg. 2] δὲ ἔθνος Βοιωτίας φησὶν αὐτούς· ἔνιοι δὲ παῖδας Κάδμου αὐτούς φασιν ἐκ διαφόρων γυναικῶν πεντήκοντα τὸν ἀριθμὸν ὄντας: — MTAB

συναπτέον: — Mg