Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἄλλως: τὸ αἴνιγμα Ἀσκληπιάδης [frg. 21] οὕτως ἀναγράφει:
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, ⟨καὶ τρίπον⟩, ἀλλάσσει δὲ μόνον φύσιν ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ γίνηται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν τρισσοῖσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτως φασί τινες εἰρῆσθαι·
κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σῆς τέλος ἀμπλακίης· ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει. πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων, γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει αὐχένα φορτίζων γήραϊ καμπτόμενος.τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν ** ὅ ἐστι τὸν ἄνθρωπον * * ἑαυτὴν διεσπάραξεν: — MTA