Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἔχρησ’ Ἀδράστῳ: ἡ μὲν τὴν αἰτίαν τῆς εἰς Ἄργος ἀφίξεως ἐρωτᾷ, ὁ δὲ τὴν αἰτίαν τῆς αὐτόθι καταμονῆς λέγει· εἰ μὴ γὰρ διὰ τὸν χρησμὸν τοῦ γάμου παρέμεινεν, ἴσως ἂν ἕωθεν παρώδευσε τὸ Ἄργος: — MTAB

ἄλλως: ἀντὶ τοῦ· διὰ τὸ πεπρωμένον ἦλθον εἰς τὸ Ἄργος· ὁ γὰρ χρησμὸς ἐκεῖσε ἡμᾶς ἤγαγεν: — MTAB

ἄλλως: τὸ εἱμαρμένον ἤγαγεν ἡμᾶς εἰς τοῦτο [τῆς] συντυχίας καὶ οὐκ ἐκ προνοίας μοι ἀπέβη ὁ γάμος, ἀλλ’ αὐτομάτως ἐκ τύχης: — MTAB

ἄλλως: ὁ χρησμὸς ὑπὸ Μνασέου [frg. 48] οὕτως ἀναγέγραπται·

κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς.
καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’ ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν Πολυνείκην λέοντι, τὸν δὲ Τυδέα κάπρῳ· ὃς ἔγημε Δηιπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν: — MTAB

ἄλλως: ἄτοπόν φασι πιστεύσαντα τῷ θεῷ τὸν Ἄδραστον δυστυχῆσαι τοσαῦτα κατὰ τὰς Θήβας καὶ μόνον φυγάδα σωθῆναι ὑπὸ τοῦ ἰδίου ἵππου Ἀρείονος. πρὸς οὓς ῥητέον ⟨ὅτι⟩ ἐκδοῦναι τὰς θυγατέρας προσέταξεν ὁ θεὸς, ἀλλ’ οὐχὶ καὶ ἐπιστρατεῦσαι ταῖς Θήβαις: — MTAB