Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δεινὸν γυναιξίν: τίμιον. ἢ μέγα κακόν: — MTAB

ἄλλως: δεινὸν γυναιξίν: δεινόν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ

δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σῴζεται: — MTAB

ἄλλως: αἱ δι’ ὠδίνων γοναί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: — MTAB