Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Φοίνισσαν ὦ νεάνιδες: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ

λέγοντες πῶς ὅτι οὐδὲν αὐτῶν εἰπουσῶν Φοινικικῶς φησιν Ἰοκάστη Φοινίσσαν βοὰν κλύουσα, ἀγνοοῦσιν ὅτι κατὰ τὴν φωνὴν ὑποτίθεται ὁ Εὐριπίδης αὐτὰς τῇ κοινολογίᾳ τῶν Φοινίκων * οὐχ οἷον βαρβαρικῶς διαλαλούσας, ἐπεὶ οὐδ’ ⟨ἂν⟩ ὁ Πολυνείκης αὐτῶν ἤκουσεν, ἀλλὰ τῷ τῆς λαλιᾶς ἤχῳ ποιούσας τι τοιοῦτον ὥστε σημῆναι ὅτι εἰσὶ Φοίνισσαι καὶ ἐμφαινούσας τινὰ χαρακτῆρα τῆς πατρίου φωνῆς. εἰ γὰρ καὶ Ἑλληνικῶς ἐλάλουν, ἀλλ’ οὖν γε τὴν πάτριον ἔσῳζον ἀπήχησιν τῆς φωνῆς· ὡς Σοφοκλῆς Ἑλένης ἀπαιτήσει [frg. 179]· καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου — MTAB