Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Πολύβου δέ νιν: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας· οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα: — MTA

ἱπποβουκόλοι: ἱπποφορβοί· τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζῴου ὡς τὸ [Υ 221] τοῦ τρισχίλιαι ἵπποί ἕλος κάτα βουκολέοντο τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν παῖδα προσπελασθῆναι τῇ Κορίνθῳ φασίν: — MTAB

ἀπίθανον τὸ τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτως λελωβημένον. ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων: — MTA