Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σφυρῶν σιδηρᾶ κέντρα: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας: — MTA

ἄλλως: καὶ θηριώδης, φασὶ, καὶ ἀνόητος ⟨παρόσον⟩ ἀνελεῖν μὲν οὐκ ἤθελε τὸ βρέφος, οὕτως δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον ὅτι τὸ μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτῷ κέντροις τὼ πόδε, τὸν ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι μηδενὸς ἀνελομένου ἂν βρέφος λελωβημένον. οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέναι ἐκ ταὐτομάτου τὼ πόδε. οἱ δὲ εἰς θάλασσαν ἐκριφῆναι βληθέντα εἰς λάρνακα καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ τοῦ Πολύβου ἀνατραφῆναι. ἔνιοι δὲ καὶ Ἡλίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς δὲ * * Ἱπποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν † αὐτῷ φασιν, ὕστερον δὲ ἁρπάσαντος Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάιον, τῇ δὲ Ἰοκάστῃ ἐλθούσῃ ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ μιγέντα γεννῆσαι τοὺς παῖδας, ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα αὐτῷ φασιν ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν Τευμησίαν ἀλώπεκα, ὡς Κόριννα [frg. 33]. οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα,

θυγατέρα δὲ Οὐκαλέγοντος ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὸ Φίκειον, εἶτ’ ἀναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν ὡς Λυσίμαχος [frg. 5]: — MTA