Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

λειμῶν’ ἐς Ἥρας: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδός, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστιν ⟨ὁ⟩ τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ἀνείλοντο τὸ βρέφος ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῆ νομίσαντες αὐτῷ ὑπὸ τῆς βασιλείας ἔσεσθαι: — MTAB

ἀκρωτήριον: — MgAg