Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: — Mg

ἴσα δ’ ἀγάλμασι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέοισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην. λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵν’ ᾖ ὡς τὸ κατενάσθην [207], ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην: — MiTAB