Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὄχλος γὰρ ὡς ταραγμός: τὸ ἑξῆς· ὡς ταραγμὸς εἰσῆλθεν

εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια, ἵν’ ᾖ ὁ νοῦς· παραγενομένων τῶν Ἀργείων καὶ πολεμούντων τοῖς Θηβαίοις ὄχλος γυναικῶν εἰς τὰ βασίλεια παραγέγονεν. λέγει δὲ τὰς τοῦ χοροῦ γυναῖκας αἵτινες νεωστὶ ἦσαν ἀπὸ Φοινίκης ἐλθοῦσαι. ἔνιοι δὲ στίζουσιν εἰς τὸ πόλιν καὶ τὸ χώρει παροξύνουσι καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόψογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι: — MAB