Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
μὴ σπεῖρε τέκνων ἄλοκα: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν φησι σχιστοὺς λιμένας Ἀφροδίτης [vs. 261] ἐν οἷς ἡ τῶν παίδων
γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτῳ φάσκων τήν τε ἔννοιαν τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων: — MTABἄλοκα: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου. μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: — MTA
ἄλλως: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: — MTAB
μὴ παιδοποίει: — Mg
παρὰ γνώμην θεοῦ: — Mg