Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ τολμηρὸν γύναιον: — AgBi

ἐξωνείδισεν: καυχωμένη εἶπεν, ἐξύβρισεν. ὄνειδος γὰρ αὐτῷ τὸν υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέισε καὶ ἔνδοξον ἐποίησε μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεται. δύναται καὶ ἡμῖν συνήθως παρόσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται: — MB