Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὀξυτάτης ταχείας: — Mg

ἀνεμώκεος: ταχείας. ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης [ἴσως]. διὰ γὰρ ἀνέμου κινοῦνται: — MiTA

τὸ ἑξῆς· ἀνεμώκεος εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ δι’ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα φυγάδα μέλεον. περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ δέρῃ διὰ χρόνου. αὕτη ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδω· ἐὰν δὲ κεῖται, οὕτως συντακτέον· χρόνῳ μέλεον φυγάδα ὡς ἴδω: — MiTAB