Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλά νιν ἁ κατ’ ὄρη: ἀλλ’ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις ἡ μετὰ τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα. εἰκότως δὲ τὴν Ἄρτεμιν κατ’ αὐτοῦ ἐπικαλεῖται ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρόνησε τῆς Ἀρτέμιδος. αὕτη δέ ἐστιν ἡ συγκυνηγήσασα Μελεάγρῳ: — MTA1B

ἡ κατὰ τὰ ὄρη, ὅ ἐστιν ἡ Ἄρτεμις: — Mg